Ancient Greek
329 to 330
Flavius Josephus, Jewish Antiquities 329-330
Not analysed yet
ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφʼ οἷς ἧκον εἰπεῖν ἢ πράττειν δυναμένων. ὀψὲ δὲ τοῦ Πτολεμαίου, τούτῳ γὰρ ἄγειν αὐτὸν ἐπετέτακτο, φράζειν κελεύοντος εἴ τι τῶν πραττομένων ἡ γυνὴ σύνοιδεν αὐτῷ,