Ancient Greek
330 to 334
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 330-2-334
Not analysed yet
δόξαν οὖν ἐξορμᾶν αὐτοῖς μερισάμενοι τὰς ὁδοὺς ὅ τε Ὠβεδίας καὶ ὁ βασιλεὺς ἀπῄεσαν ἕτερος ἑτέραν τῶν ὁδῶν. συνεβεβήκει δὲ καθʼ ὃν Ἰεζαβέλη ἡ βασίλισσα καιρὸν τοὺς προφήτας ἀπέκτεινε τοῦτον ἑκατὸν ἐν τοῖς ὑπὸ Γάρις σπηλαίοις κρύψαι προφήτας καὶ τρέφειν αὐτοὺς ἄρτον χορηγοῦντα μόνον καὶ ὕδωρ. μονωθέντι δʼ ἀπὸ τοῦ βασιλέως Ὠβεδίᾳ συνήντησεν ὁ προφήτης Ἠλίας· καὶ πυθόμενος παρʼ αὐτοῦ τίς εἴη καὶ μαθὼν προσεκύνησεν αὐτόν· ὁ δὲ πρὸς τὸν βασιλέα βαδίζειν ἐκέλευσε καὶ λέγειν, ὅτι παρείη πρὸς αὐτόν. ὁ δὲ τί κακὸν ὑπʼ αὐτοῦ πεπονθότα πρὸς τὸν ἀποκτεῖναι ζητοῦντα καὶ πᾶσαν ἐρευνήσαντα γῆν πέμπειν αὐτὸν ἔλεγεν· ἢ τοῦτʼ ἀγνοεῖν αὐτόν, ὅτι μηδένα τόπον κατέλιπεν, εἰς ὃν οὐκ ἀπέστειλε τοὺς ἀνάξοντας εἰ λάβοιεν ἐπὶ θανάτῳ; καὶ γὰρ εὐλαβεῖσθαι πρὸς αὐτὸν ἔφασκε, μὴ τοῦ θεοῦ φανέντος αὐτῷ πάλιν εἰς ἄλλον ἀπέλθῃ τόπον, εἶτα διαμαρτὼν αὐτοῦ πέμψαντος τοῦ βασιλέως μὴ δυνάμενος εὑρεῖν ὅπου ποτʼ εἴη γῆς ἀποθάνῃ. προνοεῖν οὖν αὐτοῦ τῆς σωτηρίας παρακαλεῖ τὴν περὶ τοὺς ὁμοτέχνους αὐτοῦ σπουδὴν λέγων, ὅτι σώσειεν ἑκατὸν προφήτας Ἱεζαβέλης πάντας τοὺς ἄλλους ἀνῃρηκυίας καὶ ἔχοι κεκρυμμένους αὐτοὺς καὶ τρεφομένους ὑπʼ αὐτοῦ. ὁ δὲ μηδὲν δεδιότα βαδίζειν ἐκέλευε πρὸς τὸν βασιλέα δοὺς αὐτῷ πίστεις ἐνόρκους, ὅτι πάντως κατʼ ἐκείνην Ἀχάβῳ φανήσεται τὴν ἡμέραν.