Ancient Greek · ~4 min
331 to 333
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 331-333
Not analysed yet
τῆς δὲ γυναικὸς ἀπομαχομένης καὶ λεγούσης οὐ καταφρονήσειν τοῦ βασιλέως, ὃς τοῦτο τὸ γένος τῶν μάντεων ἐξήλασεν, οὐδʼ αὐτὸν δὲ ποιεῖν καλῶς ἀδικηθέντα μηδὲν ὑπʼ αὐτῆς, ἐνεδρεύοντα δὲ εἰς τὰ κεκωλυμένα λαβεῖν αὐτὴν ἵνα δῷ δίκην, ὤμοσε μηδένα γνώσεσθαι μηδὲ παρʼ ἄλλον ἄγειν αὐτῆς τὴν μαντείαν, ἔσεσθαι δʼ ἀκίνδυνον. ὡς δὲ τοῖς ὅρκοις αὐτὴν ἔπεισε μὴ δεδιέναι, κελεύει τὴν Σαμουήλου ψυχὴν ἀναγαγεῖν αὐτῷ. ἡ δʼ ἀγνοοῦσα τὸν Σαμουῆλον ὅστις ἦν καλεῖ τοῦτον ἐξ ᾅδου· φανέντος δʼ αὐτοῦ θεασάμενον τὸ γύναιον ἄνδρα σεμνὸν καὶ θεοπρεπῆ ταράττεται, καὶ πρὸς τὴν ὄψιν ἐκπλαγέν, οὐ σύ, φησίν, ὁ βασιλεὺς εἶ Σαοῦλος; ἐδήλωσε γὰρ αὐτὸν Σαμουῆλος. ἐπινεύσαντος δʼ ἐκείνου καὶ τὴν ταραχὴν αὐτῆς ἐρομένου πόθεν γένοιτο, βλέπειν εἶπεν ἀνελθόντα τῷ θεῷ τινα τὴν μορφὴν ὅμοιον. τοῦ δὲ τὴν εἰκόνα φράζειν καὶ τὸ σχῆμα τοῦ θεαθέντος καὶ τὴν ἡλικίαν γέροντα μὲν ἤδη καὶ ἔνδοξον ἐσήμαινεν, ἱερατικὴν δὲ περικείμενον διπλοΐδα.