Ancient Greek · ~7 min
332 to 339
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 332-339
Not analysed yet
Ταῦτα τῇ ἑκυρᾷ δηλωσάσης εὐθυμία κατεῖχεν αὐτὰς ἐν ἐλπίδι τοῦ πρόνοιαν ἕξειν αὐτῶν Βόαζον γενομένας. κἀκεῖνος ἤδη μεσούσης τῆς ἡμέρας κατελθὼν εἰς τὴν πόλιν τήν τε γερουσίαν συνῆγε καὶ μεταπεμψάμενος Ῥούθην ἐκάλει καὶ τὸν συγγενῆ, καὶ παραγενομένου φησίν· Ἀβιμελέχου καὶ τῶν υἱῶν αὐτοῦ κλήρων κρατεῖς; ὁμολογήσαντος δὲ συγχωρούντων τῶν νόμων κατὰ ἀγχιστείαν, οὐκοῦν, φησὶν ὁ Βόαζος, οὐκ ἐξ ἡμισείας δεῖ μεμνῆσθαι τῶν νόμων. ἀλλὰ πάντα ποιεῖν κατʼ αὐτούς. Μαάλου γὰρ δεῦρʼ ἥκει γύναιον, ὅπερ εἰ θέλεις τῶν ἀγρῶν κρατεῖν γαμεῖν σε δεῖ κατὰ τοὺς νόμους. ὁ δὲ Βοάζῳ καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παρεχώρει συγγενεῖ μὲν ὄντι καὶ αὐτῷ τῶν τετελευτηκότων, εἶναι δὲ καὶ γυναῖκα λέγων αὐτῷ καὶ παῖδας ἤδη. μαρτυράμενος οὖν ὁ Βόαζος τὴν γερουσίαν ἐκέλευε τῇ γυναικὶ ὑπολῦσαι αὐτὸν προσελθοῦσαν κατὰ τὸν νόμον καὶ πτύειν εἰς τὸ πρόσωπον. γενομένου δὲ τούτου Βόαζος γαμεῖ τὴν Ῥούθην καὶ γίνεται παιδίον αὐτοῖς μετʼ ἐνιαυτὸν ἄρρεν. τοῦτο ἡ Ναάμις τιτθευομένη κατὰ συμβουλίαν τῶν γυναικῶν Ὠβήδην ἐκάλεσεν ἐπὶ γηροκομίᾳ τῇ αὐτῆς τραφησόμενον· ὠβήδης γὰρ κατὰ διάλεκτον τὴν Ἑβραίων ἀποσημαίνει δουλεύων. Ὠβήδου δὲ γίνεται παῖς Ἰεσσαῖος, τούτου Δαβίδης ὁ βασιλεύσας καὶ παισὶ τοῖς αὐτοῦ καταλιπὼν τὴν ἡγεμονίαν ἐπὶ μίαν καὶ εἴκοσι γενεὰς ἀνδρῶν. τὰ μὲν οὖν κατὰ Ῥούθην ἀναγκαίως διηγησάμην ἐπιδεῖξαι βουλόμενος τὴν τοῦ θεοῦ δύναμιν, ὅτι τούτῳ παράγειν ἐφικτόν ἐστιν εἰς ἀξίωμα λαμπρὸν καὶ τοὺς ἐπιτυχόντας, εἰς οἷον ἀνήγαγε καὶ Δαβίδην ἐκ τοιούτων γενόμενον. Ἑβραῖοι δὲ τῶν πραγμάτων αὐτοῖς ὑπενεχθέντων πάλιν πόλεμον ἐκφέρουσι Παλαιστίνοις διὰ τοιαύτην αἰτίαν· Ἠλὶ τῷ ἀρχιερεῖ δύο παῖδες ἦσαν Ὁφνίης τε καὶ Φινεέσης. οὗτοι καὶ πρὸς ἀνθρώπους ὑβρισταὶ γενόμενοι καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς οὐδενὸς ἀπείχοντο παρανομήματος, καὶ τὰ μὲν ἐφέροντο τῶν γερῶν κατὰ τιμήν, ἃ δʼ ἐλάμβανον αὐτοῖς ἁρπαγῆς τρόπῳ, γυναῖκάς τε τὰς ἐπὶ θρησκείᾳ παραγινομένας ὕβριζον φθοραῖς ταῖς μὲν βίαν προσφέροντες τὰς δὲ δώροις ὑπαγόμενοι· τυραννίδος δʼ οὐθὲν ἀπέλειπεν ὁ βίος αὐτῶν.