Ancient Greek · ~7 min
338 to 343
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 338-3-343
Not analysed yet
σὺ τοίνυν ἐπεὶ καὶ πρὸ τῆς γενέσεως ἀπεδείχθης βασιλεὺς ὑπὸ τοῦ θεοῦ πειρῶ τά τε ἄλλα γίνεσθαι τῆς τούτου προνοίας ἄξιος εὐσεβὴς ὢν καὶ δίκαιος καὶ ἀνδρεῖος, καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τοὺς νόμους οὓς διὰ Μωυσέος ἔδωκεν ἡμῖν φύλαττε καὶ τοῖς ἄλλοις μὴ παραβαίνειν ἐπίτρεπε. τὸν δὲ ναόν, ὃν ὑπὸ σοῦ βασιλεύοντος εἵλετο αὑτῷ γενέσθαι, σπούδασον ἀποδοῦναι τῷ θεῷ μὴ καταπλαγεὶς τὸ μέγεθος τοῦ ἔργου μηδʼ ἀποδειλιάσας πρὸς αὐτό· πάντα γάρ σοι πρὸ τῆς ἐμαυτοῦ τελευτῆς ἕτοιμα ποιήσω. γίνωσκε χρυσοῦ μὲν ἤδη τάλαντα συνειλεγμένα μύρια, δέκα δʼ ἀργύρου μυριάδας ταλάντων, χαλκόν τε καὶ σίδηρον ἀριθμοῦ πλείονα συντέθεικα καὶ ξύλων δὲ καὶ λίθων ὕλην ἄφθονον, ἔχεις δὲ καὶ λατόμων πολλὰς μυριάδας καὶ τεκτόνων· ἂν δέ τι τούτοις προσδέῃ, σὺ προσθήσεις. γίνου τοίνυν ἄριστος τὸν θεὸν ἔχων προστάτην. προσπαρεκελεύσατο δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ τῆς οἰκοδομίας συλλαβέσθαι τῷ παιδὶ καὶ πάντων ἀδεεῖς ὄντας τῶν κακῶν περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἀσχολεῖν· καρπώσεσθαι γὰρ αὐτοὺς ἀντὶ τούτων εἰρήνην καὶ εὐνομίαν, οἷς ἀμείβεται τοὺς εὐσεβεῖς καὶ δικαίους ὁ θεὸς ἀνθρώπους. οἰκοδομηθέντος δὲ τοῦ ναοῦ τὴν κιβωτὸν αὐτὸν ἀποθέσθαι προσέταξε καὶ τὰ ἅγια σκεύη πρὸ πολλοῦ ναὸν ὀφείλοντα ἔχειν, εἰ τῶν ἐντολῶν τοῦ θεοῦ μὴ παρήκουσαν ἡμῶν οἱ πατέρες ἐντειλαμένου μετὰ τὸ τὴν γῆν ταύτην κατασχεῖν οἰκοδομῆσαι ναὸν αὐτῷ. ταῦτα μὲν πρὸς τοὺς ἡγεμόνας ὁ Δαυίδης καὶ τὸν υἱὸν αὐτοῦ διελέχθη. Πρεσβύτερος δὲ ὢν ἤδη καὶ τοῦ σώματος αὐτῷ ψυχομένου διὰ τὸν χρόνον δύσριγος ὑπῆρχεν, ὡς μηδʼ ὑπὸ τῆς ἐπιβολῆς ἐκ πολλῶν ἱματίων γινομένης ἀναθερμαίνεσθαι. συνελθόντων δὲ τῶν ἰατρῶν καὶ συμβουλευσάντων, ὅπως ἐξ ἁπάσης τῆς χώρας εὐειδὴς ἐπιλεχθεῖσα παρθένος συγκαθεύδῃ τῷ βασιλεῖ, τοῦτο γὰρ αὐτῷ πρὸς τὸ ῥῖγος ἔσεσθαι βοήθημα θαλπούσης αὐτὸν τῆς κόρης,