Ancient Greek · ~7 min
339 to 344
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 339-2-344
Not analysed yet
ἀρεσάσης δὲ τῆς γνώμης ἐκέλευσεν Ἠλίας τοὺς προφήτας ἐκλεξαμένους βοῦν πρώτους θῦσαι καὶ τοὺς αὑτῶν ἐπικαλέσασθαι θεούς. ἐπεὶ δʼ οὐδὲν ἀπήντα παρὰ τῆς εὐχῆς καὶ τῆς ἐπικλήσεως θύσασι τοῖς προφήταις, σκώπτων ὁ Ἠλίας μεγάλῃ βοῇ καλεῖν αὐτοὺς ἐκέλευε τοὺς θεούς· ἢ γὰρ ἀποδημεῖν αὐτοὺς ἢ καθεύδειν. τῶν δʼ ἀπʼ ὄρθρου τοῦτο ποιούντων μέχρι μέσης ἡμέρας καὶ τεμνόντων αὑτοὺς μαχαίραις καὶ σιρομάσταις κατὰ τὸ πάτριον ἔθος, μέλλων αὐτὸς ἐπιτελεῖν ἐκέλευσε τοὺς μὲν ἀναχωρῆσαι, τοὺς δʼ ἐγγὺς προσελθόντας τηρεῖν αὐτόν, μὴ πῦρ λάθρα τοῖς ξύλοις ἐμβάλῃ. τοῦ δὲ ὄχλου προσελθόντος λαβὼν δώδεκα λίθους κατὰ φυλὴν τοῦ λαοῦ τῶν Ἑβραίων ἀνέστησεν ἐξ αὐτῶν θυσιαστήριον καὶ περὶ αὐτὸ δεξαμενὴν ὤρυξε βαθυτάτην, καὶ συνθεὶς τὰς σχίζας ἐπὶ τοῦ βωμοῦ καὶ κατʼ αὐτῶν ἐπιθεὶς τὰ ἱερεῖα τέσσαρας ἀπὸ τῆς κρήνης ἐκέλευσεν ὑδρίας ὕδατος κατασκεδάσαι τοῦ θυσιαστηρίου, ὡς ὑπερβαλεῖν αὐτὸ καὶ τὴν δεξαμενὴν ἅπασαν γεμισθῆναι ὕδατος πηγῆς ἀναδοθείσης. ταῦτα δὲ ποιήσας ἤρξατο εὔχεσθαι τῷ θεῷ καὶ καλεῖν αὐτὸν καὶ ποιεῖν τῷ πεπλανημένῳ πολὺν ἤδη χρόνον λαῷ φανερὰν τὴν αὑτοῦ δύναμιν. καὶ ταῦτα λέγοντος ἄφνω πῦρ ἐξ οὐρανοῦ τοῦ πλήθους ὁρῶντος ἐπὶ τὸν βωμὸν ἔπεσε καὶ τὴν θυσίαν ἐδαπάνησεν, ὡς ἀνακαῆναι καὶ τὸ ὕδωρ καὶ ψαφαρὸν γενέσθαι τὸν τόπον. Οἱ δʼ Ἰσραηλῖται τοῦτʼ ἰδόντες ἔπεσον ἐπὶ τῆς γῆς καὶ προσεκύνουν ἕνα θεὸν καὶ μέγιστον καὶ ἀληθῆ μόνον ἀποκαλοῦντες, τοὺς δʼ ἄλλους ὀνόματι ὑπὸ φαύλης καὶ ἀνοήτου δόξης πεποιημένους· συλλαβόντες δʼ αὐτῶν καὶ τοὺς προφήτας ἀπέκτειναν Ἠλία παραινέσαντος. ἔφη δὲ καὶ τῷ βασιλεῖ πορεύεσθαι πρὸς ἄριστον μηδὲν ἔτι φροντίσαντα· μετʼ ὀλίγον γὰρ ὄψεσθαι τὸν θεὸν ὕοντα. καὶ ὁ μὲν Ἄχαβος ἀπηλλάγη, Ἠλίας δʼ ἐπὶ τὸ ἀκρωτήριον τοῦ Καρμηλίου ἀναβὰς ὄρους καὶ καθίσας ἐπὶ τῆς γῆς προσηρείσατο τοῖς γόνασι τὴν κεφαλήν, τὸν δὲ θεράποντα ἐκέλευσεν ἀνελθόντα ἐπί τινα σκοπὴν εἰς τὴν θάλασσαν ἀποβλέπειν, κἂν ἴδῃ νεφέλην ἐγειρομένην ποθέν, φράζειν αὐτῷ· μέχρι γὰρ τότε καθαρῷ συνέβαινε τῷ ἀέρι εἶναι.