Ancient Greek · ~7 min
34 to 41
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 34-2-41
Not analysed yet
Ἐκλήθη δὲ ὁ τόπος ἐν ᾧ στρατόπεδον ἐβάλετο Ἰησοῦς Γάλγαλα· σημαίνει δὲ τοῦτο ἐλευθέριον ὄνομα· διαβάντες γὰρ τὸν ποταμὸν ἐλευθέρους ἑαυτοὺς ἤδη ἀπό τε τῶν Αἰγυπτίων καὶ τῆς ἐν τῇ ἐρήμῳ ταλαιπωρίας ἐγίνωσκον. Μετὰ δʼ ὀλίγας ἡμέρας τῆς Ἱεριχοῦντος συμφορᾶς πέμπει τρισχιλίους ὁπλίτας Ἰησοῦς εἰς Ναϊὰν πόλιν ὑπὲρ τῆς Ἱεριχοῦντος κειμένην αἱρήσοντας, οἳ συμβαλόντων αὐτοῖς τῶν Ναϊητῶν τραπέντες ἀποβάλλουσιν ἄνδρας ἓξ καὶ τριάκοντα. τοῦτʼ ἀγγελθὲν τοῖς Ἰσραηλίταις λύπην τε μεγάλην καὶ δεινὴν ἐποίησεν ἀθυμίαν οὐ κατὰ τὸ οἰκεῖον τῶν ἀπολωλότων, καίτοι γε πάντων ἀνδρῶν ἀγαθῶν καὶ σπουδῆς ἀξίων διεφθαρμένων, ἀλλὰ κατὰ ἀπόγνωσιν· πιστεύοντες γὰρ ἤδη τῆς γῆς ἐγκρατεῖς εἶναι καὶ σῶον ἕξειν ἐν ταῖς μάχαις τὸν στρατὸν οὕτως τοῦ θεοῦ προϋπεσχημένου, τεθαρρηκότας παραδόξως ἑώρων τοὺς πολεμίους· καὶ σάκκους ἐπενδύντες ταῖς στολαῖς διʼ ὅλης ἡμέρας ἐν δακρύοις ἦσαν καὶ πένθει τροφῆς οὐδεμίαν ἐπιζήτησιν ποιούμενοι, μειζόνως δὲ τὸ συμβεβηκὸς εἶχον ἀχθόμενοι. Βλέπων δὲ οὕτως ὁ Ἰησοῦς τήν τε στρατιὰν καταπεπληγυῖαν καὶ περὶ τῶν ὅλων πονηρὰν ἤδη τὴν ἐλπίδα λαμβάνουσαν παρρησίαν λαμβάνει πρὸς τὸν θεόν· ἡμεῖς γὰρ εἶπεν οὐχ ὑπʼ αὐθαδείας προήχθημεν ὥστε ταύτην ὑπάγεσθαι τοῖς ὅπλοις τὴν γῆν, ἀλλὰ Μωυσέος τοῦ σοῦ δούλου πρὸς τοῦθʼ ἡμᾶς ἐξεγείραντος, ᾧ διὰ πολλῶν τεκμηρίων ἐπηγγέλλου κτήσασθαι παρέξειν ἡμῖν τήνδε τὴν γῆν καὶ τὸν στρατὸν ἡμῶν ἀεὶ τῶν πολεμίων ποιήσειν τοῖς ὅπλοις κρείττονα. τινὰ μὲν οὖν κατὰ τὰς ὑποσχέσεις ἡμῖν ἀπήντησε τὰς σάς, νῦν δὲ παρὰ δόξαν ἐπταικότες καὶ τῆς δυνάμεώς τινας ἀποβαλόντες ἐπὶ τούτοις ὡς οὐ βεβαίων τῶν παρὰ σοῦ καὶ ὧν προεῖπε Μωυσῆς ἀχθόμεθα καὶ χεῖρον ἡ τῶν μελλόντων ἐλπὶς ἡμᾶς ἀνιᾷ τῇ πρώτῃ πείρᾳ τοιαύτῃ συντυχόντας. ἀλλὰ σύ, δέσποτα, δύναμις γάρ σοι τούτων ἴασιν εὑρεῖν, τό τε παρὸν ἡμῶν λυπηρὸν νίκην παρασχόμενος καὶ τὸ περὶ τῶν αὖθις δύσελπι διακείμενον οὕτως τῆς διανοίας ἔξελε.