Ancient Greek
345 to 348
Flavius Josephus, Jewish Antiquities 345-6-348
Not analysed yet
καὶ τῶν ἑταίρων οἱ μάλιστα τιμώμενοι παρʼ αὐτοῖς τὸ μὲν πρῶτον οὐδαμῶς πράσσοι Ἑβραϊκὰ οὐδὲ ὁπόσα νόμοις τοῖς αὐτῶν πρόσφορα γυναῖκα ἠγμένος ἀλλόφυλον καὶ παραβαίνουσαν θυσιῶν καὶ σεβασμῶν τῶν αὐτοῖς εἰωθότων τὴν ἀκρίβειαν· ὁρᾶν οὖν, μὴ τὰ πολλὰ τῇ ἡδονῇ τοῦ σώματος συγχωρῶν ἀπολέσειε τὴν ἀρχὴν τοῦ εὐπρεποῦς καὶ τὴν εἰς νῦν ὑπὸ τοῦ θείου προελθοῦσαν ἐξουσίαν. ἐπεὶ δὲ οὐδὲν ἐπέραινον, ἀλλὰ καί τινα αὐτῶν τὸν μάλιστα τιμώμενον ὅτι πλέονι παρρησίᾳ χρήσαιτο ἀπέκτεινε, καὶ ὃς θεώμενος εὐνοίας τε τῶν νόμων καὶ τοῦ κτείνοντος αὐτὸν τιμωρίαν ἐπηράσατο αὐτῷ τε Ἀνιλαίῳ καὶ Ἀσιναίῳ καὶ πᾶσιν ἑταίροις ὁμοίαν ὑπὸ τῶν ἐχθρῶν ἐπαχθεῖσαν γενέσθαι τελευτήν, τοῖς μὲν ὡς ἡγεμόσι παρανομιῶν γεγονόσι, τοῖς δέ, ὅτι μὴ βοηθοῖεν αὐτῷ τοιάδε πάσχοντι διὰ τὸ ἐκδικεῖν τοῖς νόμοις, οἱ δὲ ἐβαρύνοντο μέν, ἠνείχοντο δέ, μνημονεύοντες οὐκ ἐξ ἄλλης αἰτίας ἀλλʼ ἰσχύι τῇ ἐκείνων τῇ εὐδαιμονίᾳ συνελθόντες. ἐπεὶ δὲ καὶ τὴν θεραπείαν ἀκροῶνται τῶν θεῶν τῶν Παρθυαίοις τιμωμένων, οὐκέτι ἀνεκτὸν ἡγούμενοι τοῦ Ἀνιλαίου τὸ ὑβρίζον εἰς τοὺς νόμους ἐπὶ τὸν Ἀσιναῖον ἐλθόντες καὶ πλέονες ἤδη κατεβόων τοῦ Ἀνιλαίου,