Ancient Greek
347 to 348
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 347-348
Not analysed yet
Ἐγὼ μὲν οὖν ὡς εὗρον ἐν ταῖς ἱεραῖς βίβλοις οὕτως ἕκαστον τούτων παραδέδωκα· θαυμάσῃ δὲ μηδεὶς τοῦ λόγου τὸ παράδοξον, εἰ ἀρχαίοις ἀνθρώποις καὶ πονηρίας ἀπείροις εὑρέθη σωτηρίας ὁδὸς καὶ διὰ θαλάσσης εἴτε κατὰ βούλησιν θεοῦ εἴτε κατὰ ταὐτόματον, ὁπότε καὶ τοῖς περὶ τὸν Ἀλέξανδρον τὸν βασιλέα τῆς Μακεδονίας χθὲς καὶ πρῴην γεγονόσιν ὑπεχώρησε τὸ Παμφύλιον πέλαγος καὶ ὁδὸν ἄλλην οὐκ ἔχουσι παρέσχε τὴν διʼ αὐτοῦ καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοῦ θεοῦ θελήσαντος, καὶ τοῦτο πάντες ὁμολογοῦσιν οἱ τὰς Ἀλεξάνδρου πράξεις συγγραψάμενοι. περὶ μὲν οὖν τούτων ὡς ἑκάστῳ δοκεῖ διαλαμβανέτω.