Ancient Greek · ~7 min
347 to 353
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 347-2-353
Not analysed yet
ἀναμνησθεῖσα δʼ ἡ γυνὴ τῆς εὐχῆς τῆς ἐπὶ τῷ παιδὶ γεγενημένης παρεδίδου τῷ Ἠλὶ ἀνατιθεῖσα τῷ θεῷ προφήτην γενησόμενον· κόμη τε οὖν αὐτῷ ἀνεῖτο καὶ ποτὸν ἦν ὕδωρ. καὶ Σαμουῆλος μὲν ἐν τῷ ἱερῷ διῆγε τρεφόμενος, Ἀλκάνῃ δʼ ἐκ τῆς Ἄννας υἱεῖς τε γίνονται καὶ τρεῖς θυγατέρες. Σαμουῆλος δὲ πεπληρωκὼς ἔτος ἤδη δωδέκατον προεφήτευε. καί ποτε κοιμώμενον ὀνομαστὶ ἐκάλεσεν ὁ θεός· ὁ δὲ νομίσας ὑπὸ τοῦ ἀρχιερέως πεφωνῆσθαι παραγίνεται πρὸς αὐτόν. οὐ φαμένου δὲ καλέσαι τοῦ ἀρχιερέως ὁ θεὸς εἰς τρὶς τοῦτο ποιεῖ. καὶ Ἠλὶς διαυγασθείς φησι πρὸς αὐτόν, ἀλλʼ ἐγὼ ,Σαμουῆλε, σιγὴν ὡς καὶ τὸ πρὶν ἦγον, θεὸς δʼ ἐστὶν ὁ καλῶν, σήμαινέ τε πρὸς αὐτόν, ὅτι παρατυγχάνω. καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούσας ἠξίου λαλεῖν ἐπὶ τοῖς χρωμένοις· οὐ γὰρ ὑστερήσειν αὐτὸν ἐφʼ οἷς ἂν θελήσῃ διακονίας. καὶ ὁ θεός ἐπεί, φησί, παρατυγχάνεις, μάνθανε συμφορὰν Ἰσραηλίταις ἐσομένην λόγου μείζονα καὶ πίστεως τοῖς παρατυγχάνουσι, καὶ τοὺς Ἠλὶ δὲ παῖδας ἡμέρᾳ μιᾷ τεθνηξομένους καὶ τὴν ἱερωσύνην μετελευσομένην εἰς τὴν Ἐλεαζάρου οἰκίαν· Ἠλὶς γὰρ τῆς ἐμῆς θεραπείας μᾶλλον τοὺς υἱοὺς καὶ παρὰ τὸ συμφέρον αὐτοῖς ἠγάπησε. ταῦτα βιασάμενος ὅρκοις εἰπεῖν αὐτῷ τὸν προφήτην Ἠλίς, οὐ γὰρ ἐβούλετο λυπεῖν αὐτὸν λέγων, ἔτι μᾶλλον βεβαιοτέραν εἶχε τὴν προσδοκίαν τῆς τῶν τέκνων ἀπωλείας. Σαμουήλου δὲ ηὔξετο ἐπὶ πλέον ἡ δόξα πάντων ὧν προεφήτευσεν ἀληθινῶν βλεπομένων. Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ Παλαιστῖνοι στρατεύσαντες ἐπὶ τοὺς Ἰσραηλίτας στρατοπεδεύονται κατὰ πόλιν Ἀμφεκᾶν, δεξαμένων δʼ ἐξ ὀλίγου τῶν Ἰσραηλιτῶν συνῄεσαν εἰς τὴν ἐχομένην καὶ νικῶσιν οἱ Παλαιστῖνοι καὶ κτείνουσι μὲν τῶν Ἑβραίων εἰς τετρακισχιλίους, τὸ δὲ λοιπὸν πλῆθος συνδιώκουσιν εἰς τὸ στρατόπεδον. Δείσαντες δὲ περὶ τῶν ὅλων Ἑβραῖοι πέμπουσιν ὡς τὴν γερουσίαν καὶ τὸν ἀρχιερέα τὴν κιβωτὸν τοῦ θεοῦ κελεύοντες κομίζειν, ἵνα παρούσης αὐτῆς παρατασσόμενοι κρατῶσι τῶν πολεμίων ἀγνοοῦντες, ὅτι μείζων ἐστὶν ὁ καταψηφισάμενος αὐτῶν τὴν συμφορὰν τῆς κιβωτοῦ, διʼ ὃν καὶ ταύτην συνέβαινεν εἶναι.