Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 35-2
Not analysed yet
Ὁ δὲ λαὸς ἐξυβριζόντων τὴν προτέραν κατάστασιν καὶ πολιτείαν τῶν τοῦ προφήτου παίδων χαλεπῶς τε τοῖς πραττομένοις ἔφερε καὶ πρὸς αὐτὸν συντρέχουσι, διέτριβε δʼ ἐν Ἀρμαθᾶ πόλει, καὶ τάς τε τῶν υἱῶν παρανομίας ἔλεγον καὶ ὅτι γηραιὸς ὢν αὐτὸς ἤδη καὶ παρειμένος ὑπὸ τοῦ χρόνου τῶν πραγμάτων οὐκέτι τὸν αὐτὸν προεστάναι δύναται τρόπον· ἐδέοντό τε καὶ ἱκέτευον ἀποδεῖξαί τινα αὐτῶν βασιλέα, ὃς ἄρξει τοῦ ἔθνους καὶ τιμωρήσεται Παλαιστίνους ὀφείλοντας ἔτʼ αὐτοῖς δίκας τῶν προτέρων ἀδικημάτων.