Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 358-4
Not analysed yet
καὶ κατὰ μὲν τὴν πρώτην ἡμέραν οἱ περὶ τούτων ἐρρέθησαν λόγοι, ταῖς δʼ ἑξῆς οὐ προῆλθεν ἡ διάγνωσις· οἱ γὰρ Γαδαρεῖς ὁρῶντες τὴν ῥοπὴν αὐτοῦ τε Καίσαρος καὶ τοῦ συνεδρίου καὶ προσδοκήσαντες ὅπερ ἦν εἰκὸς ἐκδοθήσεσθαι τῷ βασιλεῖ, κατὰ φόβον αἰκίας οἱ μὲν ἀπέσφαττον αὑτοὺς ἐν τῇ νυκτί, τινὲς δὲ καθʼ ὕψους ἠφίεσαν, ἄλλοι δʼ εἰς τὸν ποταμὸν ἐμπίπτοντες ἑκοντὶ διεφθείροντο.