Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 36-3
Not analysed yet
Ἐπιβιοὺς δʼ ὃν προειρήκαμεν χρόνον ὁ βασιλεὺς Ἐζεκίας καὶ πάντα τοῦτον ἐν εἰρήνῃ διαγαγὼν τελευτᾷ πεντηκοστὸν μὲν καὶ τέταρτον ἔτος τῆς ζωῆς διανύσας, εἴκοσι δὲ βασιλεύσας καὶ ἐννέα.