Ancient Greek · ~2 min
363 to 364
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 363-364
Not analysed yet
Τῶν δὲ περὶ τὸν Ἄχαβον ὄντων τοιούτων κατὰ τὸν αὐτὸν καιρὸν ὁ τοῦ Ἀδάδου βασιλεύων τῶν Σύρων καὶ Δαμασκοῦ δύναμιν ἐξ ἁπάσης τῆς χώρας συναγαγὼν καὶ συμμάχους τοὺς πέραν Εὐφράτου βασιλέας ποιησάμενος τριάκοντα καὶ δύο ἐστράτευσεν ἐπὶ τὸν Ἄχαβον. ὁ δʼ οὐκ ὢν ὅμοιος αὐτῷ τῇ στρατιᾷ πρὸς μάχην μὲν οὐ παρετάξατο, πάντα δʼ εἰς τὰς ὀχυρωτάτας πόλεις ἐγκλείσας τὰ ἐν τῇ χώρᾳ αὐτὸς μὲν ἔμεινεν ἐν Σαμαρείᾳ· τείχη γὰρ αὕτη λίαν ἰσχυρὰ περιεβέβλητο καὶ τὰ ἄλλα δυσάλωτος ἐδόκει· ὁ δὲ Σύρος ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τὴν Σαμάρειαν καὶ περικαθίσας αὐτῇ τὸν στρατὸν ἐπολιόρκει.