Ancient Greek
364 to 371
Flavius Josephus, Jewish Antiquities 364-371
Not analysed yet
ἐφʼ αἷς ἐκεῖνος ὡς ἐγένετο μᾶλλόν τε ἐξεβόα καὶ τὸ περιὸν εἰς ὁμολογίαν τῆς ἐπιβουλῆς διʼ ἐκείνων ηὔξανεν ἐπομνύμενος, ὡς ἥδιον ἂν στέροιτο τοῦ ζῆν ἢ τοιούτων ἀκούειν λόγων. τὸ δὲ τελευταῖον εἰπών, ὅτι καὶ τῇ φύσει καὶ τῇ Καίσαρος δόσει τὴν ἐξουσίαν αὐτὸς ἔχοι, προσέθηκεν αὐτῷ καὶ πάτριον νόμον κελεύειν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθοῖεν τῇ κεφαλῇ τὰς χεῖρας, ἐπάναγκες εἶναι τοῖς περιεστῶσιν βάλλειν καὶ τοῦτον ἀποκτείνειν τὸν τρόπον. ὅπερ ἕτοιμος ὢν αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν ὅμως ἀναμεῖναι τὴν ἐκείνων κρίσιν, ἥκειν μέντοι δικαστὰς μὲν οὐχ οὕτως ἐπὶ φανεροῖς οἷς ἐκ τῶν παίδων ὀλίγου πάθοι, συνοργισθῆναι δὲ καιρὸν ἔχοντας, ὡς οὐδενὶ καὶ τῶν πόρρω γεγονότων ἀμελῆσαι τοιαύτης ἐπιβουλῆς ἄξιον. Ταῦτα τοῦ βασιλέως εἰπόντος καὶ τῶν νεανίσκων οὐδὲ ἕως ἀπολογίας παρηγμένων συμφρονήσαντες οἱ κατὰ τὸ συνέδριον, ὡς ἐπιεικείας καὶ διαλλαγῶν χεῖρον ἔχοι, τὴν ἐξουσίαν ἐβεβαίουν αὐτῷ. καὶ πρῶτον μὲν Σατορνῖνος ἀνὴρ ὑπατικὸς καὶ τῶν ἐπʼ ἀξιώματος ἀπεφήνατο γνώμην ἀηδεστάτῃ περιστάσει χρώμενος· ἔφη γὰρ καταδικάζειν μὲν τῶν Ἡρώδου παίδων, κτείνειν δʼ οὐκ οἴεσθαι δικαιοῦν αὐτὸς παῖδας ἔχων καὶ τοῦ πάθους μείζονος ὄντος, εἰ καὶ πάντα διʼ αὐτοὺς δεδυστύχηκεν. μετʼ ἐκεῖνον οἱ Σατορνίνου παῖδες, εἵποντο γὰρ αὐτῷ πρεσβευταὶ τρεῖς ὄντες, τὴν αὐτὴν γνώμην ἀπεφήναντο, Οὐολόμνιος δὲ ἄντικρυς ἔφη κολάζειν θανάτῳ τοὺς οὕτως ἀσεβήσαντας εἰς τὸν πατέρα. τὰ δʼ αὐτὰ καὶ τῶν ἑξῆς οἱ πλείους, ὥστε καὶ μηκέτι ἄλλο τι δοκεῖν ἢ καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τοὺς νεανίσκους. κἀκεῖθεν μὲν εὐθὺς Ἡρώδης ἧκεν ἄγων αὐτοὺς εἰς Τύρον, καὶ τοῦ τε Νικολάου πλεύσαντος ὡς αὐτὸν ἐκ τῆς Ῥώμης ἐπυνθάνετο προδιηγησάμενος τὰ ἐν Βηρυτῷ, ἥντινʼ ἔχοιεν γνώμην περὶ τῶν παίδων αὐτοῦ καὶ οἱ ἐν Ῥώμῃ αὐτοῦ φίλοι, κἀκεῖνος εἶπεν, ὅτι δοκεῖ μὲν ἀσεβῆ εἶναι τὰ ἐκείνοις περὶ σὲ ἐγνωσμένα, χρῆναι μέντοι αὐτοὺς καθείρξαντα δεσμώτας φυλάττειν,