Ancient Greek · ~7 min
38 to 43
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 38-43
Not analysed yet
καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν ἢ τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾴονα γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν. Ἰώσηπον δὲ πωλούμενον ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασιλέως εἶχεν ἐν πάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαίδευε καὶ διαίτῃ χρῆσθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέτρεπεν ἐγχειρίζει τε τὴν τῶν κατὰ τὸν οἶκον αὐτῷ πρόνοιαν. ὁ δὲ τούτων τε ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδʼ ὑπὸ τῆς μεταβολῆς ἐγκατέλιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν τῷ βίῳ δυσκόλων δυνάμενον, οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον. Τῆς γὰρ τοῦ δεσπότου γυναικὸς διά τε τὴν εὐμορφίαν καὶ τὴν περὶ τὰς πράξεις αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ νομιζούσης, εἰ ποιήσειεν αὐτῷ τοῦτο φανερόν, ῥᾳδίως πείσειν αὐτὸν εἰς ὁμιλίαν ἐλθεῖν εὐτύχημα ἡγησάμενον τὸ τὴν δέσποιναν αὐτοῦ δεηθῆναι, καὶ πρὸς τὸ σχῆμα τῆς τότε δουλείας ἀλλʼ οὐ πρὸς τὸν τρόπον ἀφορώσης τὸν καὶ παρὰ τὴν μεταβολὴν παραμένοντα τήν τε ἐπιθυμίαν αὐτῷ ποιησάσης καταφανῆ καὶ λόγους προσφερούσης περὶ μίξεως, παρέπεμπε τὴν ἀξίωσιν οὐ κρίνας ὅσιον εἶναι τοιαύτην αὐτῇ διδόναι χάριν, ἐν ᾗ τοῦ πριαμένου καὶ τοσαύτης ἠξιωκότος τιμῆς ἀδικίαν συνέβαινεν εἶναι καὶ ὕβριν, ἀλλὰ κρατεῖν τε τοῦ πάθους κἀκείνην παρεκάλει τὴν ἀπόγνωσιν τοῦ τεύξεσθαι τῆς ἐπιθυμίας προβαλλόμενος, σταλήσεσθαι γάρ τε αὐτῇ τοῦτο μὴ παρούσης ἐλπίδος, αὐτός τε πάντα μᾶλλον ὑπομενεῖν ἔλεγεν ἢ πρὸς τοῦτο καταπειθὴς ἔσεσθαι· καὶ γὰρ εἰ τῇ δεσποίνῃ δοῦλον ὄντα δεῖ ποιεῖν μηδὲν ἐναντίον, ἡ πρὸς τὰ τοιαῦτα τῶν προσταγμάτων ἀντιλογία πολλὴν ἂν ἔχοι παραίτησιν.