Ancient Greek
38 to 42
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 38-4-42
Not analysed yet
ὡς οὐχ ὁμοίου δεινοῦ τυγχάνοντος πορίσασθαι τηλικοῦτον μέγεθος ἐξουσίας, καὶ συνήθη τοῖς ἀπʼ αὐτῆς ἀγαθοῖς γενόμενον ἔπειτʼ αὐτὴν ἀπολέσαι, τούτου δὲ ὑπερβολὴν ἔχοντος συμφορᾶς. καὶ διὰ τοῦτο χαλεπώτερα μηχανῶνται καὶ τολμῶσιν ἐν φόβῳ ἔργα πάντες τοῦτʼ ἀποβαλεῖν γενόμενοι. ἀλλὰ περὶ μὲν τούτων ἐν βραχέσιν ἀρκεῖ δεδηλῶσθαι. Δαυίδης δʼ ἀκούσας ἀνῃρημένον τὸν Ἀβεννῆρον ἤλγησε μὲν τὴν ψυχήν, ἐμαρτύρατο δὲ πάντας ἀνατείνων εἰς τὸν θεὸν τὴν δεξιὰν καὶ βοῶν, ὡς οὔτε κοινωνὸς εἴη τῆς Ἀβεννήρου σφαγῆς, οὔτε κατʼ ἐντολὴν καὶ βούλησιν ἰδίαν ἀποθάνοι. ἀρὰς δὲ κατὰ τοῦ πεφονευκότος αὐτὸν δεινὰς ἐτίθετο καὶ τὸν οἶκον ὅλον αὐτοῦ καὶ τοὺς συμπράξαντας ὑπευθύνους ἐποιεῖτο ταῖς ὑπὲρ τοῦ τετελευτηκότος ποιναῖς· ἔμελε γὰρ αὐτῷ μὴ δόξαι παρὰ τὰς πίστεις καὶ τοὺς ὅρκους οὓς ἔδωκεν Ἀβεννήρῳ τοῦτο εἰργάσθαι. προσέταξε μέντοι γε παντὶ τῷ λαῷ κλαίειν καὶ πενθεῖν τὸν ἄνδρα καὶ τοῖς νομιζομένοις τιμᾶν αὐτοῦ τὸ σῶμα περιρρηξαμένῳ μὲν τὰς ἐσθῆτας ἐνδύντι δὲ σάκκους, ταῦτα δὲ ποιεῖν προάγοντας τὴν κλίνην. αὐτὸς δʼ ἐφείπετο μετὰ τῶν γεγηρακότων καὶ τῶν ἐν ἡγεμονίαις ὄντων κοπτόμενός τε καὶ τοῖς δακρύοις ἐνδεικνύμενος τό τε εὔνουν τὸ πρὸς ζῶντα καὶ τὴν ἐπὶ τεθνηκότι λύπην, καὶ ὅτι μὴ κατὰ τὴν αὐτοῦ γνώμην ἀνῄρηται. θάψας δʼ αὐτὸν ἐν Γιβρῶνι μεγαλοπρεπῶς καὶ ἐπιταφίους τε συγγραψάμενος θρήνους αὐτὸς ἐπὶ τοῦ τάφου στὰς πρῶτος ἀνεκλαύσατο καὶ παρέδωκε τοῖς ἄλλοις. οὕτως δʼ αὐτὸν ὁ Ἀβεννήρου συνέσχε θάνατος, ὡς μηδὲ τροφὴν ἀναγκαζόντων αὐτὸν τῶν ἑταίρων λαβεῖν, ἀλλʼ ὤμοσε γεύσεσθαι μηδενὸς ἄχρι ἡλίου δυσμῶν.