Ancient Greek · ~3 min
38 to 40
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 38-5-40
Not analysed yet
θαυμαστὴν δʼ ἐπίδοσιν ἔλαβεν ὅ τε τῶν Ἑβραίων λαὸς καὶ ἡ Ἰούδα φυλὴ πρὸς γεωργίαν τραπέντων καὶ τὴν τῆς γῆς ἐπιμέλειαν· εἰρήνης γὰρ ἀπολαύοντες καὶ πολέμοις καὶ ταραχαῖς μὴ περισπώμενοι καὶ προσέτι τῆς ποθεινοτάτης ἐλευθερίας ἀκρατῶς ἐμφορούμενοι πρὸς τῷ συναύξειν ἕκαστος τὰ οἰκεῖα καὶ ποιεῖν ἄξια πλείονος ὑπῆρχεν. Ἦσαν δὲ καὶ ἕτεροι τῷ βασιλεῖ ἡγεμόνες, οἳ τῆς τε Σύρων γῆς καὶ τῶν ἀλλοφύλων ἥτις ἦν ἀπʼ Εὐφράτου ποταμοῦ διήκουσα μέχρι τῆς Αἰγυπτίων ἐπῆρχον ἐκλέγοντες αὐτῷ φόρους παρὰ τῶν ἐθνῶν. συνετέλουν δὲ καὶ τῇ τραπέζῃ καθʼ ἡμέραν καὶ τῷ δείπνῳ τοῦ βασιλέως σεμιδάλεως μὲν κόρους τριάκοντα, ἀλεύρου δὲ ξ, σιτιστοὺς δὲ βόας δέκα καὶ νομάδας βόας εἴκοσι, σιτιστοὺς δὲ ἄρνας ἑκατόν. ταῦτα πάντα πάρεξ τῶν ἀπʼ ἄγρας ἐλάφων λέγω καὶ βουβάλων καὶ τῶν πετεινῶν καὶ ἰχθύων ἐκομίζετο καθʼ ἡμέραν βασιλεῖ παρὰ τῶν ἀλλοφύλων.