Ancient Greek
380 to 388
Flavius Josephus, Jewish Antiquities 380-5-388
Not analysed yet
ποῖ ποτε οἴχονταί σου καὶ πεπτώκασιν ἐκ τῆς ψυχῆς αἱ φρένες; ποῖ δὲ καὶ ὁ περιττὸς ἐκεῖνος νοῦς, ᾧ πολλὰ καὶ μεγάλα κατώρθους; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; κρίνω δὲ οὐδὲ παρόντας αὐτοὺς συγγενεῖς εἶναι ἢ φίλους, οἳ περιορῶσι τοιοῦτο μῦσος ἐπὶ τῇ μακαριζομένῃ ποτὲ βασιλείᾳ. σὺ δʼ οὐ σκέψει τί τὸ πραττόμενόν ἐστιν; δύο νεανίσκους ἐκ βασιλίδος γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφʼ ἑνὶ παιδὶ κακῶς οἰκονομήσαντι τὴν εἰς αὐτὸν ἐλπίδα καὶ συγγενέσιν, ὧν αὐτὸς τοσαυτάκις ἤδη κατέγνωκας θάνατον; οὐκ ἐννοεῖς, ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ τὴν αμογίαν ὅμως ὁρᾷ καὶ μισεῖ τὸ πάθος, ἥ τε στρατιὰ πᾶσα καὶ ταύτης οἱ πρωτεύοντες ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα διαπραττομένων ἐσχήκασιν; ἤκουεν τούτων ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν οὐ παντάπασιν ἀγνωμόνως, ἀλλὰ τί δεῖ καὶ λέγειν, διεκίνησεν αὐτὸν ἁψαμένου τοῦ Τίρωνος ἐναργῶς τοῦ τε πάθους καὶ τῆς περὶ τοὺς οἰκείους ἀπιστίας. αὖθις δὲ ὁ μὲν ἐπεδίδου κατὰ μικρὸν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ· τὸ γὰρ ἀπαίδευτον ὑπεξέπιπτε τοῦ καιροῦ, ταραχῆς δὲ Ἡρώδης ἐνεπίμπλατο, καὶ μᾶλλον ὀνειδίζεσθαι δοκῶν ἢ πρὸς τὸ συμφέρον ἀκούειν τῶν λόγων, ἐπειδὴ καὶ τοὺς διακειμένους στρατιώτας καὶ τοὺς ἀγανακτοῦντας ἡγεμόνας ἐπύθετο, προστάττει τῷ τε ὀνόματι δηλωθέντων ἁπάντων καὶ τὸν Τίρωνα δήσαντας ἔχειν ἐν φυλακῇ. Τούτου γενηθέντος ἐπιτίθεται τῷ καιρῷ καὶ Τρύφων τις κουρεὺς τοῦ βασιλέως, ὃς ἔφη προσελθὼν ὡς πείθοι πολλάκις αὐτὸν ὁ Τίρων, ὁπόταν θεραπεύῃ βασιλέως ξυρῷ τὸν λαιμὸν ἀποτέμνειν· ἔσεσθαι γὰρ ἐν πρώτοις περὶ Ἀλέξανδρον καὶ μεγάλας λήψεσθαι δωρεάς. ταῦτʼ εἰπόντα συλλαμβάνειν κελεύει, καὶ μετὰ ταῦτα βάσανος ἦν τοῦ τε Τίρωνος καὶ τοῦ παιδὸς αὐτοῦ καὶ τοῦ κουρέως.