Ancient Greek
384 to 389
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 384-389
Not analysed yet
διὸ ζῶν ἔτι καὶ πρὸς αὐτῷ γεγονὼς τῷ τελευτᾶν παραινῶ σοι ταῦθʼ ἃ καὶ πρότερον ἔφθην συμβουλεύσας, δικαίῳ μὲν εἶναι πρὸς τοὺς ἀρχομένους, εὐσεβεῖ δὲ πρὸς τὸν τὴν βασιλείαν δεδωκότα θεόν, φυλάττειν δʼ αὐτοῦ τὰς ἐντολὰς καὶ τοὺς νόμους, οὓς αὐτὸς διὰ Μωυσέος κατέπεμψεν ἡμῖν, καὶ μήτε χάριτι μήτε θωπείᾳ μήτʼ ἐπιθυμίᾳ μήτε ἄλλῳ πάθει προστιθέμενον τούτων ἀμελῆσαι· τὴν γὰρ τοῦ θείου πρὸς σαυτὸν εὔνοιαν ἀπολεῖς παραβάς τι τῶν νομίμων καὶ πρὸς ἅπαντʼ αὐτοῦ τὴν ἀγαθὴν ἀποστρέψεις πρόνοιαν· τοιοῦτον δὲ σεαυτὸν παρέχων, ὁποῖον εἶναί τε δεῖ κἀγὼ δὲ παρακαλῶ, καθέξεις ἡμῶν τὴν βασιλείαν τῷ γένει καὶ οἶκος ἄλλος Ἑβραίων οὐκ ἂν δεσπόσειεν, ἀλλʼ ἡμεῖς αὐτοὶ διὰ τοῦ παντὸς αἰῶνος. μέμνησο δὲ καὶ τῆς Ἰωάβου τοῦ στρατηγοῦ παρανομίας ἀποκτείναντος διὰ ζηλοτυπίαν δύο στρατηγοὺς δικαίους καὶ ἀγαθούς, Ἀβεννῆρόν τε τὸν Νήρου παῖδα καὶ τὸν Ἀμασὰν υἱὸν Ἰέθρα· ὧν ὅπως ἄν σοι δόξῃ τὸν θάνατον ἐκδίκησον, ἐπεὶ καὶ κρείττων ἐμοῦ καὶ δυνατώτερος ὁ Ἰώαβος ὢν μέχρι νῦν τὴν δίκην διέφυγε. παρατίθεμαι δέ σοι καὶ τοὺς Βερζέλου τοῦ Γαλαδίτου παῖδας, οὓς ἐν τιμῇ πάσῃ καὶ προνοίᾳ τοῦτʼ ἐμοὶ χαριζόμενος ἕξεις· οὐ προκατάρχομεν γὰρ εὐποιίας, ἀλλʼ ἀμοιβὴν ὧν ὁ πατὴρ αὐτῶν παρὰ τὴν φυγὴν ὑπῆρξέ μοι χρεολυτοῦμεν. καὶ τὸν Γήρα δὲ υἱὸν Σουμούιν τὸν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, ὃς πολλὰ βλασφημήσας με παρὰ τὴν φυγήν, ὅτʼ εἰς Παρεμβολὰς ἐπορευόμην, ἀπήντησεν ἐπὶ τὸν Ἰόρδανον καὶ πίστεις ἔλαβεν ὡς μηδὲν αὐτὸν παθεῖν τότε, νῦν ἐπιζητήσας αἰτίαν εὔλογον ἄμυνε. Ταῦτα παραινέσας τῷ παιδὶ περί τε τῶν ὅλων πραγμάτων καὶ τῶν φίλων καὶ οὓς ᾔδει τιμωρίας ἀξίους γεγενημένους ἀπέθανεν, ἔτη μὲν βιώσας ἑβδομήκοντα, βασιλεύσας δὲ ἑπτὰ μὲν ἐν Χεβρῶνι τῆς Ἰούδα φυλῆς καὶ μῆνας ἕξ, ἐν Ἱεροσολύμοις δὲ ἁπάσης τῆς χώρας τρία καὶ τριάκοντα.