Ancient Greek
397 to 403
Flavius Josephus, Jewish Antiquities 397-403
Not analysed yet
ἢ καὶ τὴν τύχην παντὸς εὐγνώμονος λογισμοῦ μείζω τὴν δύναμιν ἐσχηκυῖαν, ὅθεν καὶ πειθόμεθα τὰς ἀνθρωπίνας πράξεις ὑπʼ ἐκείνης προκαθωσιῶσθαι τῇ τοῦ γενέσθαι πάντως ἀνάγκῃ καὶ καλοῦμεν αὐτὴν εἱμαρμένην, ὡς οὐδενὸς ὄντος, ὃ μὴ διʼ αὐτὴν γίνεται. τοῦτον μὲν οὖν τὸν λόγον ὡς μείζω πρὸς ἐκεῖνον ἀρκέσει κινεῖν ἡμῖν τε αὐτοῖς ἀποδιδόντας τι καὶ τὰς διαφορὰς τῶν ἐπιτηδευμάτων οὐκ ἀνυπευθύνους ποιοῦντας, ἃ πρὸ ἡμῶν ἤδη πεφιλοσόφηται καὶ τῷ νόμῳ. τῶν δὲ ἄλλων δύο τὸν μὲν ἀπὸ τῶν παίδων μέμψαιτʼ ἄν τις αἰτίαν ὑπό τε αὐθαδείας νεωτερικῆς καὶ βασιλικῆς οἰήσεως, ὅτι καὶ διαβολῶν ἠνείχοντο κατὰ τοῦ πατρὸς καὶ τῶν πραττομένων αὐτῷ περὶ τὸν βίον οὐκ εὐμενεῖς ἦσαν ἐξετασταί, καὶ κακοήθεις μὲν ὑπονοεῖν, ἀκρατεῖς δὲ λέγειν, εὐάλωται δὲ διʼ ἀμφότερα τοῖς ἐπιτηροῦσιν αὐτοὺς καὶ πρὸς χάριν καταμηνύουσιν. ὁ μέντοι πατὴρ οὐδʼ ἐντροπῆς ἄξιος ἔοικεν φαίνεσθαι τοῦ περὶ ἐκείνους ἀσεβήματος, ὃς οὔτε πίστιν ἐπιβουλῆς ἐναργῆ λαβὼν οὔτε παρασκευὴν ἐπιχειρήσεως ἐλέγχειν ἔχων ἐτόλμησεν ἀποκτεῖναι τοὺς ἐξ αὐτοῦ φύντας, ἀρίστους μὲν τὰ σώματα καὶ περιποθήτους πᾶσιν τοῖς ἀλλοτρίοις, οὐκ ἀποδέοντας δὲ ἐν τοῖς ἐπιτηδεύμασιν, εἴ που θηρᾶν ἢ γυμνάζεσθαι τὰ πολέμων ἢ λέγειν ὑπὲρ τῶν ἐμπεσόντων ἔδει. τούτων γὰρ ἁπάντων μετεῖχον, Ἀλέξανδρος δὲ καὶ μᾶλλον ὁ πρεσβύτερος· ἤρκει γάρ, εἰ καὶ κατέγνω, καὶ ζῶντας ὅμως ἐν δεσμοῖς ἢ ξενιτεύοντας ἀπὸ τῆς ἀρχῆς ἔχειν μεγάλην ἀσφάλειαν αὐτῷ περιβεβλημένῳ τὴν Ῥωμαίων δύναμιν, διʼ ἣν οὐδὲν οὐδʼ ἐξ ἐφόδου καὶ βίας παθεῖν ἐδύνατο. τὸ δʼ ἀποκτεῖναι ταχὺ καὶ πρὸς ἡδονὴν τοῦ νικῶντος αὐτὸν πάθους ἀσεβείας τεκμήριον ἀνυποτιμήτου καὶ τῆς ἡλικίας οὔσης ἐν γήρᾳ τοσοῦτον ἐξήμαρτεν. ἥ γε μὴν παρολκὴ καὶ τὸ χρονίζον οὐκ ἂν αὐτῷ συγγνώμην τινὰ φέροι· ταχὺ μὲν γὰρ ἐκπλαγέντα καὶ κεκινημένον χωρῆσαι πρός τι τῶν ἀτόπων, εἰ καὶ δυσχερές, ἀλλʼ ἀεὶ συμβαῖνον, ἐν ἐπιστάσει δὲ καὶ μήκει πολλάκις μὲν ὁρμηθέντα πολλάκις δὲ μελλήσαντα τὸ τελευταῖον ὑποστῆναι καὶ διαπράξασθαι, φονώσης καὶ δυσμετακινήτου ψυχῆς ἀπὸ τῶν χειρόνων.