Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 404
Not analysed yet
κατὰ δὲ τὴν ὁδὸν ἐδήλωσεν αὐτῷ ὁ εὐνοῦχος πάντας τοὺς ἄλλους προφήτας νίκην τῷ βασιλεῖ προειρηκέναι. ὁ δὲ οὐκ ἐξὸν αὐτῷ καταψεύσασθαι τοῦ θεοῖ φήσας, ἀλλʼ ἐρεῖν ὅτι ἂν αὐτῷ περὶ τοῦ βασιλέως εἴπῃ, ὡς ἧκε πρὸς τὸν Ἄχαβον καὶ λέγειν αὐτῷ τἀληθὲς οὗτος ἐνωρκίσατο, δεῖξαι τὸν θεὸν αὐτῷ φεύγοντας τοὺς Ἰσραηλίτας ἔφη καὶ διωκομένους ὑπὸ τῶν Σύρων καὶ διασκορπιζομένους ὑπʼ αὐτῶν εἰς τὰ ὄρη, καθάπερ ποιμένων ἠρημωμένα ποίμνια.