Ancient Greek
418 to 420
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 418-420
Not analysed yet
συμβάντων οὖν Ἀχάβῳ τῶν ὑπὸ τῶν δύο προφητῶν εἰρημένων μέγα τὸ θεῖον ἡγεῖσθαι καὶ σέβειν καὶ τιμᾶν αὐτὸ πανταχοῦ, καὶ τῆς ἀληθείας μὴ τὰ πρὸς ἡδονὴν καὶ βούλησιν πιθανώτερα δοκεῖν, ὑπολαμβάνειν δʼ ὅτι προφητείας καὶ τῆς διὰ τῶν τοιούτων προγνώσεως οὐδέν ἐστι συμφορώτερον παρέχοντος οὕτω τοῦ θεοῦ τί δεῖ φυλάξασθαι, λογίζεσθαί τε πάλιν ἐκ τῶν περὶ τὸν βασιλέα γεγενημένων στοχαζομένους προσῆκε τὴν τοῦ χρεὼν ἰσχύν, ὅτι μηδὲ προγινωσκόμενον αὐτὸ διαφυγεῖν ἔστιν, ἀλλʼ ὑπέρχεται τὰς ἀνθρωπίνας ψυχὰς ἐλπίσι κολακεῦον χρησταῖς, αἷς εἰς τὸ πόθεν αὐτῶν κρατήσει περιάγει. φαίνεται οὖν καὶ Ἄχαβος ὑπὸ τούτου τὴν διάνοιαν ἀπατηθείς, ὥστε ἀπιστῆσαι μὲν τοῖς προλέγουσι τὴν ἧτταν, τοῖς δὲ πρὸς χάριν προφητεύσασι πεισθεὶς ἀποθανεῖν. τοῦτον μὲν οὖν ὁ παῖς Ὀχοζίας διεδέξατο.