Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 42-4
Not analysed yet
γενόμενος δʼ εἰς τὰ Ἱεροσόλυμα τῶν μὲν προτέρων ἁμαρτημάτων περὶ τὸν θεὸν καὶ τὴν μνήμην ἐσπούδαζεν, εἰ δυνατὸν αὐτῷ γένοιτο, τῆς ψυχῆς ἐκβαλεῖν, ὧν ἐπιβουλεύειν ὥρμησε καὶ πάσῃ χρῆσθαι περὶ αὐτὸν δεισιδαιμονίᾳ· καὶ τὸν ναὸν ἥγνισε καὶ τὴν πόλιν ἐκάθηρε καὶ πρὸς μόνῳ τὸ λοιπὸν ἦν τῷ χάριν τε τῆς σωτηρίας ἐκτείνειν τῷ θεῷ καὶ διατηρεῖν αὐτὸν εὐμενῆ παρʼ ὅλον τὸν βίον.