Ancient Greek · ~6 min
47 to 52
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 47-2-52
Not analysed yet
Καὶ Μωυσῆς μὲν τοιούτοις παρεθάρσυνε τὸ πλῆθος λόγοις συγκαλῶν τούς τε φυλάρχους καὶ τῶν ἐν τέλει καθʼ ἑκάστους τε καὶ σὺν ἀλλήλοις τοὺς μὲν νεωτέρους παρεκάλει πείθεσθαι τοῖς πρεσβυτέροις, τοὺς δὲ ἀκροᾶσθαι τοῦ στρατηγοῦ· οἱ δʼ ἦσαν ἐπὶ τὸν κίνδυνον τὰς ψυχὰς ἠρμένοι καὶ πρὸς τὸ δεινὸν ἑτοίμως ἔχοντες ἤλπιζον ἀπαλλαγήσεσθαί ποτε τῶν κακῶν, καὶ τὸν Μωυσῆν ἐκέλευον ἄγειν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἤδη καὶ μὴ μέλλειν, ὡς τῆς ἀναβολῆς ἐμποδιζούσης τὴν προθυμίαν αὐτῶν. ὁ δὲ τῆς πληθύος ἀποκρίνας πᾶν τὸ μάχιμον Ἰησοῦν ἐφίστησιν αὐτῷ Ναυήκου μὲν υἱὸν φυλῆς τῆς Ἐφραιμίτιδος, ἀνδρειότατον δὲ καὶ πόνους ὑποστῆναι γενναῖον καὶ νοῆσαί τε καὶ εἰπεῖν ἱκανώτατον καὶ θρησκεύοντα τὸν θεὸν ἐκπρεπῶς καὶ Μωυσῆν διδάσκαλον τῆς πρὸς αὐτὸν εὐσεβείας πεποιημένον τιμώμενόν τε παρὰ τοῖς Ἑβραίοις. βραχὺ δέ τι περὶ τὸ ὕδωρ ἔταξε τῶν ὁπλιτῶν ἐπὶ φυλακῇ παίδων καὶ γυναικῶν τοῦ τε παντὸς στρατοπέδου. καὶ νύκτα μὲν πᾶσαν ἐν παρασκευαῖς ἦσαν τῶν τε ὅπλων εἴ τι πεπονηκὸς ἦν ἀναλαμβάνοντες καὶ τοῖς στρατηγοῖς προσέχοντες, ὡς ὁρμήσοντες ἐπὶ τὴν μάχην ὁπότε κελεύσειεν αὐτοὺς Μωυσῆς. διηγρύπνει δὲ καὶ Μωυσῆς ἀναδιδάσκων τὸν Ἰησοῦν ὃν τρόπον ἐκτάξειε τὸ στρατόπεδον. ἠργμένης δὲ ὑποφαίνειν τῆς ἡμέρας αὖθις τόν τε Ἰησοῦν παρεκάλει μηδὲν χείρονα φανῆναι κατὰ τὸ ἔργον τῆς οὔσης περὶ αὐτὸν ἐλπίδος δόξαν τε διὰ τῆς παρούσης κτήσασθαι στρατηγίας παρὰ τοῖς ἀρχομένοις ἐπὶ τοῖς γεγενημένοις, τῶν τε Ἑβραίων τοὺς ἀξιολογωτάτους ἰδίᾳ παρεκάλει καὶ σύμπαν ἤδη τὸ πλῆθος ὡπλισμένον παρώρμα. καὶ ὁ μὲν οὕτως παραστησάμενος τὸν στρατὸν τοῖς τε λόγοις καὶ τῇ διὰ τῶν ἔργων παρασκευῇ ἀνεχώρει πρὸς τὸ ὄρος θεῷ τε καὶ Ἰησοῦ παραδιδοὺς τὸ στράτευμα.