Ancient Greek
477 to 484
Flavius Josephus, Jewish Antiquities 477-484
Not analysed yet
ᾑρημένου δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως εἰς τὸ ἔσωθεν ἱερὸν καὶ τὴν ἄνω πόλιν οἱ Ἰουδαῖοι συνέφυγον, δείσαντες δὲ μὴ διακωλύσωσιν αὐτοὺς οἱ Ῥωμαῖοι τὰς καθημερινὰς θυσίας ἐπιτελεῖν τῷ θεῷ, πρεσβεύονται ἐπιτρέψαι παρακαλοῦντες θύματα αὐτοῖς μόνον εἰσκομίζεσθαι· ὁ δʼ ὡς ἐνδωσόντων αὐτῶν συνεχώρει ταῦτα. καὶ ἐπεὶ μηδὲν ἑώρα γινόμενον παρʼ αὐτῶν ὧν ὑπενόει, ἀλλὰ ἰσχυρῶς ἀντέχοντας ὑπὲρ τῆς Ἀντιγόνου βασιλείας, προσβαλὼν κατὰ κράτος εἷλεν τὴν πόλιν. καὶ πάντα εὐθὺς φόνων ἦν ἀνάπλεα τῶν μὲν Ῥωμαίων ἐπὶ τῇ τριβῇ τῆς πολιορκίας διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ μηδὲν ὑπολιπεῖν σπεύδοντος ἀντίπαλον. ἐσφάττοντο δὲ παμπληθεῖς ἔν τε τοῖς στενωποῖς καὶ κατὰ τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ προσφεύγοντες, ἦν τε οὔτε νηπίων οὔτε γήρως ἔλεος οὔτε ἀσθενείας γυναικῶν φειδώ, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ φείδεσθαι παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλʼ ὥσπερ μεμηνότες πᾶσαν ἡλικίαν ἐπεξῄεσαν. ἔνθα καὶ Ἀντίγονος μήτε τῆς πάλαι μήτε τῆς τότε τύχης ἔννοιαν λαβὼν κάτεισι μὲν ἀπὸ τῆς βάρεως, προσπίπτει δὲ τοῖς Σοσσίου ποσίν, κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν ἐπεκρότησεν μὲν ἀκρατῶς καὶ Ἀντιγόνην ἐκάλεσεν, οὐ μὴν ὡς γυναῖκά γε φρουρᾶς ἐλεύθερον ἀφῆκεν, ἀλλʼ ὁ μὲν δεθεὶς ἐφυλάττετο. Πρόνοια δʼ ἦν Ἡρώδῃ κρατοῦντι τῶν πολεμίων τοῦ κρατῆσαι καὶ τῶν ἀλλοφύλων συμμάχων· ὥρμητο γὰρ τὸ ξενικὸν πλῆθος ἐπὶ θέᾳ τοῦ τε ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων. ὁ δὲ βασιλεὺς τοὺς μὲν παρακαλῶν τοὺς δʼ ἀπειλῶν ἔστιν δʼ οὓς καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἥττης χαλεπωτέραν ἡγούμενος τὴν νίκην, εἴ τι τῶν ἀθεάτων παρʼ αὐτῶν ὀφθείη. διεκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, πολλὰ διατεινάμενος πρὸς Σόσσιον, εἰ χρημάτων τε καὶ ἀνδρῶν Ῥωμαῖοι τὴν πόλιν κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς ἐπὶ τοσούτῳ πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα κρίνει.