Ancient Greek
48 to 54
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 48-54
Not analysed yet
τοιαύτης δὲ τῆς συμφορᾶς τοὺς Ναϊτιανοὺς καταλαβούσης, παίδων τε ὄχλος ἑάλω καὶ γυναικῶν καὶ θεραπείας καὶ τῆς ἄλλης ἀποσκευῆς ἄπειρόν τι πλῆθος, ἀγέλας τε βοσκημάτων ἔλαβον οἱ Ἑβραῖοι καὶ χρήματα πολλά, καὶ γὰρ πλούσιον ἦν τὸ χωρίον, καὶ ταῦτα πάντα τοῖς στρατιώταις Ἰησοῦς διένειμεν ἐν Γαλγάλοις γενόμενος. Γεβεωνῖται δὲ κατοικοῦντες ἔγγιστα τοῖς Ἱεροσολύμοις τά τε τοῖς Ἱεριχουντίοις συμβεβηκότα πάθη καὶ τὰ τοῖς Ναϊτίνοις ὁρῶντες καὶ πρὸς σφᾶς μεταβήσεσθαι τὸ δεινὸν ὑπονοοῦντες, Ἰησοῦν μὲν παρακαλεῖν οὐ διέγνωσαν· οὐδὲ γὰρ τεύξεσθαί τινος τῶν μετρίων ὑπελάμβανον ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων ἔθνους παντὸς πολεμοῦντος αὐτούς· Κεφηρίτας δὲ καὶ Καριαθιαριμίτας γείτονας ὄντας αὐτοῖς ἐπὶ συμμαχίαν παρεκάλουν, οὐδʼ αὐτοὺς διαφεύξεσθαι τὸν κίνδυνον λέγοντες, εἰ φθάσαιεν αὐτοὶ ληφθέντες ὑπὸ τῶν Ἰσραηλιτῶν, συνασπίσαντας δὲ αὐτοῖς διέγνωσαν διαδρᾶναι τὴν δύναμιν αὐτῶν. προσδεξαμένων δὲ τοὺς λόγους αὐτῶν πέμπουσι πρέσβεις πρὸς Ἰησοῦν φιλίαν σπεισομένους οὓς μάλιστα τῶν πολιτῶν ἐδοκίμαζον ἱκανοὺς πρᾶξαι τὰ συμφέροντα τῷ πλήθει. οἱ δὲ ὁμολογεῖν αὑτοὺς Χαναναίους ἐπισφαλὲς ἡγούμενοι, διαφεύξεσθαι τὸν διὰ τοῦτο κίνδυνον ὑπολαμβάνοντες, εἰ λέγοιεν αὑτοὺς μὴ προσήκειν κατὰ μηδὲν Χαναναίοις ἀλλὰ πορρωτάτω τούτων κατοικεῖν, ἥκειν τε κατὰ πύστιν τῆς ἀρετῆς αὐτοῦ πολλὴν ἀνύσαντες ὁδὸν ἔφασκον καὶ τεκμήριον τοῦ λόγου τούτου τὸ σχῆμα ὑπεδείκνυον· τὰς γὰρ ἐσθῆτας καινὰς ὅτε ἐξῄεσαν οὔσας ὑπὸ τοῦ χρόνου τῆς ὁδοιπορίας αὐτοῖς τετρῖφθαι· τρυχίνας γὰρ εἰς τὸ ταῦτα πιστοῦσθαι πρὸς αὐτῶν ἐπίτηδες ἔλαβον. στάντες οὖν εἰς μέσους ἔλεγον, ὡς πεμφθεῖεν ὑπὸ τῶν Γεβεωνιτῶν καὶ τῶν περιοίκων πόλεων πλεῖστον ἀπεχουσῶν τῆσδε τῆς γῆς ποιησόμενοι πρὸς αὐτοὺς φιλίαν ἐφʼ αἷς πάτριον αὐτοῖς ἐστι συνθήκαις· μαθόντες γὰρ ἐκ θεοῦ χάριτος καὶ δωρεᾶς τὴν Χαναναίων αὐτοῖς γῆν κτήσασθαι δεδόσθαι τούτοις τʼ ἔλεγον ἥδεσθαι καὶ πολίτας ἀξιοῦν αὐτῶν γενέσθαι.