Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 49-3
Not analysed yet
τοὺς γὰρ πλείστους ὑμῶν ἀνήσω τῶν φόρων καὶ τῶν συντάξεων, ἃς ἐτελεῖτε τοῖς πρὸ ἐμοῦ βασιλεῦσιν καὶ ἐμοί, νῦν τε ὑμῖν ἀφίημι τοὺς φόρους, οὓς ἀεὶ παρέχετε. πρὸς τούτοις καὶ τὴν τιμὴν ὑμῖν χαρίζομαι τῶν ἁλῶν καὶ τῶν στεφάνων, οὓς προσεφέρετε ἡμῖν, καὶ ἀντὶ τῶν τρίτων τοῦ καρποῦ καὶ τοῦ ἡμίσους τοῦ ξυλίνου καρποῦ τὸ γινόμενον ἐμοὶ μέρος ὑμῖν ἀφίημι ἀπὸ τῆς σήμερον ἡμέρας.