Ancient Greek
51 to 52
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 51-52
Not analysed yet
καὶ ὁ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον. Γίνονται δὲ αὐτοῖς παῖδες ἄρρενες δύο· προσηγορεύετο δὲ αὐτῶν ὁ μὲν πρῶτος Κάις, κτίσιν δὲ σημαίνει τοῦτο μεθερμηνευόμενον τοὔνομα, Ἄβελος δὲ ὁ δεύτερος, σημαίνει δὲ οὐθὲν τοῦτο·