Ancient Greek · ~3 min
51 to 53
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 51-3-53
Not analysed yet
Ταῦτʼ εἰπόντος καὶ δακρύοντος σείεται μὲν αἰφνίδιον ἡ γῆ, σάλου δʼ ἐπʼ αὐτῆς κινηθέντος ὥσπερ ἐξ ἀνέμου βίας σαλευομένου κύματος πᾶς μὲν ἔδεισεν ὁ λαός, πατάγου δὲ καὶ σκληροῦ ῥαγέντος ἤχου κατὰ τὰς ἐκείνων σκηνὰς συνίζησεν ἡ γῆ καὶ πάνθʼ ὅσα φίλα τούτοις ἦν ὑπήνεγκεν εἰς αὑτήν. ἠφανισμένων δʼ οὕτως, ὡς μηδὲ φανῆναί τινας γνῶναι, συνῄει τε πάλιν τῆς γῆς τὸ περὶ ἐκείνοις κεχηνὸς καὶ καθίστατο, ὡς μηδʼ εἰ πάθοι τι τῶν προειρημένων φανερὸν εἶναι τοῖς ὁρῶσι. καὶ οἱ μὲν οὕτως ἀπώλοντο ἐπίδειξις τοῦ θεοῦ τῆς ἰσχύος γενόμενοι· ὀδύραιτο δʼ ἄν τις οὐ μόνον τῆς συμφορᾶς αὐτοὺς καὶ καθʼ ἑαυτὴν οὔσης ἀξίας οἴκτου, ἀλλʼ ὅτι καὶ τοιαῦτα παθόντων ἐφήσθησαν οἱ συγγενεῖς· τῶν γὰρ συντεταγμένων ἐκλαθόμενοι πρὸς τὴν ὄψιν τοῦ συμβεβηκότος ἐβεβαίουν τὴν κρίσιν, καὶ νομίζοντες ὡς ἀλιτηρίους ἀπολωλέναι τοὺς περὶ Δαθάμην οὐδʼ ἐλυποῦντο.