Ancient Greek · ~2 min
51 to 52
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 51-5-52
Not analysed yet
ἦ μεταβεβλῆσθαί με καὶ μηκέτʼ εἶναι τὸν αὐτὸν ὑπωπτεύσατε, ὡς χαίρειν κακούργοις ἀνδράσι καὶ χάριτας ἡγήσασθαι τὰς κυριοκτόνους ὑμῶν πράξεις, ἀνῃρηκότων ἐπὶ τῆς αὑτοῦ κοίτης ἄνδρα δίκαιον καὶ μηδένα μηδὲν κακὸν εἰργασμένον, ὑμᾶς δὲ καὶ διὰ πολλῆς εὐνοίας καὶ τιμῆς ἐσχηκότα; διὸ δώσετε ποινὴν μὲν αὐτῷ κολασθέντες, δίκην δʼ ἐμοὶ τοῦ νομίσαντας ἡδέως ἕξειν με τὴν Ἰεβώσθου τελευτὴν τοῦτον ἀνελεῖν· οὐ γὰρ ἐδύνασθε μᾶλλον ἀδικῆσαι τὴν ἐμὴν δόξαν ἢ τοῦθʼ ὑπολαβόντες. ταῦτʼ εἰπὼν πᾶσαν αἰκίαν αὐτοὺς αἰκισάμενος διεχρήσατο καὶ τὴν Ἰεβώσθου κεφαλὴν ἐν τῷ Ἀβεννήρου τάφῳ πάντων ἀξιώσας ἐκήδευσε.