Ancient Greek
53 to 55
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 53-4-55
Not analysed yet
Ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν Εἵρωμος καὶ τοῖς ἐπεσταλμένοις ἡσθεὶς ἀντιγράφει τῷ Σολόμωνι· βασιλεὺς Εἵρωμος βασιλεῖ Σολόμωνι. τὸν μὲν θεὸν εὐλογεῖν ἄξιον, ὅτι σοι τὴν πατρῴαν παρέδωκεν ἡγεμονίαν ἀνδρὶ σοφῷ καὶ πᾶσαν ἀρετὴν ἔχοντι, ἐγὼ δὲ τούτοις ἡδόμενος ἅπαντα ὑπουργήσω τὰ ἐπεσταλμένα· τεμὼν γὰρ ξύλα πολλὰ καὶ μεγάλα κέδρου τε καὶ κυπαρίσσου διὰ τῶν ἐμῶν καταπέμψω ἐπὶ θάλασσαν καὶ κελεύσω τοὺς ἐμοὺς σχεδίαν πηξαμένους εἰς ὃν ἂν βουληθῇς τόπον τῆς σαυτοῦ χώρας πλεύσαντας ἀποθέσθαι· ἔπειθʼ οἱ σοὶ διακομίσουσιν εἰς Ἱεροσόλυμα. ὅπως δὲ καὶ σὺ παράσχῃς ἡμῖν ἀντὶ τούτων σῖτον, οὗ διὰ τὸ νῆσον οἰκεῖν δεόμεθα, φρόντισον. Διαμένει δὲ ἄχρι τῆς τήμερον τὰ τῶν ἐπιστολῶν τούτων ἀντίγραφα οὐκ ἐν τοῖς ἡμετέροις μόνον σωζόμενα βιβλίοις ἀλλὰ καὶ παρὰ Τυρίοις, ὥστε εἴ τις ἐθελήσειε τὸ ἀκριβὲς μαθεῖν, δεηθεὶς τῶν ἐπὶ τοῦ Τυρίων γραμματοφυλακείου δημοσίων εὕροι συμφωνοῦντα τοῖς εἰρημένοις ὑφʼ ἡμῶν τὰ παρʼ ἐκείνοις.