Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 53-5
Not analysed yet
τὸν αὐτὸν τρόπον καὶ τοὺς ἐν τῇ ἐμῇ κατοικοῦντας Ἰουδαίους ἐλευθέρους καὶ ἀνεπηρεάστους ἀφίημι, καὶ τοῖς στρατεύεσθαι μετʼ ἐμοῦ βουλομένοις ἐπιτρέπω καὶ μέχρις τρισμυρίων ἐξέστω τοῦτο· τῶν δʼ αὐτῶν, ὅποι ἂν ἀπίωσι, τεύξονται ὧν καὶ τὸ ἐμὸν στράτευμα μεταλαμβάνει. καταστήσω δʼ αὐτῶν οὓς μὲν εἰς τὰ φρούρια, τινὰς δὲ περὶ τὴν φυλακὴν τοὐμοῦ σώματος, καὶ ἡγεμόνας δὲ ποιήσω τῶν περὶ τὴν ἐμὴν αὐλήν.