Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 60-6
Not analysed yet
συνιδὼν οὖν Ἀγρίππας βιαζομένους ἀπεκρίνατο ταῦτα· διὰ μὲν τὴν Ἡρώδου πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν ἕτοιμος εἶναι πᾶν ὁτιοῦν χαρίζεσθαι Ἰουδαίοις, ἃ δὲ ἀξιοῦσιν καὶ καθʼ αὑτὰ δίκαια δοκεῖν· ὥστʼ, εἰ μὲν ἐδέοντο καὶ πλειόνων, οὐκ ἂν ὀκνῆσαι τά γε μὴ λυποῦντα τὴν Ῥωμαίων ἀρχὴν παρασχεῖν. ἐπεὶ δὲ ἃ καὶ πρότερον εἰλήφασιν ἄκυρα μὴ γενέσθαι, βεβαιοῦν αὐτοῖς ἀνεπηρεάστοις ἐν τοῖς οἰκείοις διατελεῖν ἔθεσιν.