Ancient Greek · ~4 min
63 to 65
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 63-65
Not analysed yet
Μωυσῆς δέ, καὶ γὰρ ἐκ πολλοῦ συνιστάμενον ἠκροᾶτο τὸν θόρυβον, δείσας μή τι νεωτερίσωσι πάλιν καὶ γένηταί τι μέγα καὶ χαλεπὸν συνήγαγε τὸ πλῆθος εἰς ἐκκλησίαν, περὶ μὲν ὧν ἠκροᾶτο εἰς ἀπολογίαν οὐ καθιστάμενος, ἵνα μὴ παροξύνῃ τὸ πλῆθος, αὐτὸ δὲ μόνον τοῖς φυλάρχοις προειπὼν κομίζειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα· λήψεσθαι γὰρ ἐκεῖνον τὴν ἱερωσύνην, οὗπερ ἂν ὁ θεὸς ἐπισημήνῃ τῇ βακτηρίᾳ. δόξαν οὖν κομίζουσιν οἵ τε ἄλλοι καὶ Ἀαρὼν ἐπιγράψας Λευῖτιν ἐν τῇ βακτηρίᾳ, καὶ ταύτας Μωυσῆς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατατίθησι. τῇ δὲ ἐπιούσῃ προεκόμισε τὰς βακτηρίας· γνώριμοι δʼ ἦσαν κατασημηναμένων αὐτὰς τῶν τε ἀνδρῶν οἵπερ ἐκόμιζον καὶ τοῦ πλήθους. καὶ τὰς μὲν ἄλλας ἐφʼ οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον, ἐκ δὲ τῆς Ἀαρῶνος βλαστούς τε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον, ἀμύγδαλα δʼ ἦν, ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης.