Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 64-3
Not analysed yet
ἀνήγαγε δὲ αὐτὸν ἄχρι τῆς ὀροφῆς ἐκ λευκοῦ λίθου πεποιημένον. τὸ μὲν οὖν ὕψος ἦν ἑξήκοντα πηχῶν, τῶν δʼ αὐτῶν καὶ τὸ μῆκος, εὖρος δʼ εἴκοσι. κατὰ τούτου δὲ ἄλλος ἦν ἐγηγερμένος ἴσος τοῖς μέτροις, ὥστε εἶναι τὸ πᾶν ὕψος τῷ ναῷ πηχῶν ἑκατὸν καὶ εἴκοσι·