Ancient Greek · ~7 min
66 to 72
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 66-72
Not analysed yet
Τῇ δʼ ὑστεραίᾳ θεασάμενος ὁ Ῥαγουῆλος τὸν Μωυσῆν ἐν ὄχλῳ πραγμάτων ὄντα· διέλυε γὰρ τὰς δίκας τοῖς δεομένοις πάντων ἐπʼ αὐτὸν βαδιζόντων καὶ μόνως ἂν τοῦ δικαίου τυχεῖν ἡγουμένων, εἰ διαιτητὴς αὐτοῖς οὗτος γένοιτο· καὶ γὰρ τοῖς ἡττωμένοις κοῦφον ἐδόκει τὸ λείπεσθαι κατὰ δικαιοσύνην οὐ κατὰ πλεονεξίαν αὐτὸ πάσχειν νομίζουσι· τότε μὲν ἡσυχίαν ἦγε μὴ βουλόμενος ἐμποδίζειν τοῖς ἀρετῇ χρῆσθαι τοῦ στρατηγοῦ θέλουσι, παυσάμενον δὲ τοῦ θορύβου παραλαβὼν καὶ συμμονωθεὶς ἀνεδίδασκεν ἃ δεῖ ποιεῖν. καὶ συνεβούλευε τῆς μὲν ἐπὶ τοῖς ἥττοσι ταλαιπωρίας ἑτέροις ἐκστῆναι, περὶ δὲ τῶν μειζόνων καὶ τῆς σωτηρίας τοῦ πλήθους ἔχειν τὴν πρόνοιαν αὐτόν· δικάσαι μὲν γὰρ ἀγαθοὺς κἂν ἄλλους Ἑβραίων εὑρεθῆναι, φροντίσαι δὲ τοσούτων μυριάδων σωτηρίας οὐκ ἄλλον τινὰ δύνασθαι μὴ Μωυσῆν γενόμενον. αἰσθανόμενος οὖν τῆς ἀρετῆς, φησί, σαυτοῦ καὶ οἷος γέγονας ἐπὶ τῷ τὸν λαὸν ὑπουργῶν τῷ θεῷ σώζειν τὴν μὲν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον αὐτοῖς ποιεῖσθαι καὶ ἐπʼ ἄλλων, σὺ δὲ πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ κατέχων σεαυτὸν διατέλει ζητῶν οἷς ἂν τὸ πλῆθος ἀπαλλάξειας τῆς νῦν ἀπορίας. ὑποθήκαις δὲ ταῖς ἐμαῖς περὶ τῶν ἀνθρωπίνων χρησάμενος τὸν στρατὸν ἐξετάσεις ἀκριβῶς καὶ κατὰ μυρίους τούτων κεκριμένους ἄρχοντας ἀποδείξεις, εἶτα κατὰ χιλίους, διαιρήσεις δὲ μετʼ αὐτοὺς εἰς πεντακοσίους, καὶ πάλιν εἰς ἑκατόν, εἶτʼ εἰς πεντήκοντα. ἄρχοντάς τε ἐπὶ τούτοις τάξεις, οἳ κατὰ τριάκοντα μερισθέντας διακοσμήσουσι καὶ κατὰ εἴκοσι καὶ κατὰ δέκα συναριθμουμένους, ἔστω δέ τις ἐπὶ τούτοις εἷς τὴν προσηγορίαν ἀπὸ τοῦ τῶν ἀρχομένων ἀριθμοῦ λαμβάνων, δοκιμασθέντες ὑπὸ τοῦ πλήθους παντὸς εἶναι ἀγαθοὶ καὶ δίκαιοι, οἳ περί τε τῶν διαφόρων αὐτοῖς κρινοῦσι κἂν ᾖ τι μεῖζον ἐπὶ τοὺς ἐν ἀξιώματι τὴν περὶ τούτου διάγνωσιν ἐπανοίσουσιν, ἂν δὲ κἀκείνους διαφύγῃ τὸ περὶ τοῦ πράγματος δύσκολον, ἐπὶ σὲ τοῦτο ἀναπέμψουσιν· ἔσται γὰρ οὕτως ἀμφότερα· καὶ τῶν δικαίων Ἑβραῖοι τεύξονται καὶ σὺ τῷ θεῷ προσεδρεύων εὐμενέστερον ἂν ποιήσειας αὐτὸν τῷ στρατῷ.