Ancient Greek
68 to 76
Flavius Josephus, Jewish Antiquities 68-3-76
Not analysed yet
ἔδωκεν δὲ καὶ χώραν πολλὴν αὐτῷ κἀγαθὴν τοῦ τῶν Ἀρμενίων βασιλέως ἀποτεμόμενος, Νίσιβις δέ ἐστιν ὄνομα τῇ γῇ, καὶ ἐν αὐτῇ πρότερον Μακεδόνες ἐκτίσαντο πόλιν Ἀντιόχειαν, ἣν Ἐπιμυγδονίαν προσηγόρευσαν. ταύταις μὲν δὴ ταῖς τιμαῖς ὁ Ἰζάτης ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως ἐτιμήθη. Μετʼ οὐ πολὺν δὲ χρόνον Ἀρταβάνης τελευτᾷ τὴν βασιλείαν τῷ παιδὶ Οὐαρδάνῃ καταλιπών. οὗτος δὴ πρὸς τὸν Ἰζάτην ἀφικόμενος ἔπειθεν αὐτὸν μέλλων πρὸς Ῥωμαίους πόλεμον ἐκφέρειν συστρατεύεσθαι καὶ συμμαχίαν ἑτοιμάζειν. οὐ μὴν ἔπειθεν· ὁ γὰρ Ἰζάτης τὴν Ῥωμαίων δύναμίν τε καὶ τύχην ἐπιστάμενος ἀδυνάτοις αὐτὸν ἐνόμιζεν ἐπιχειρεῖν. ἔτι τε πεπομφὼς πέντε μὲν τὸν ἀριθμὸν υἱοὺς τὴν ἡλικίαν νέους γλῶτταν τὴν παρʼ ἡμῖν πάτριον καὶ παιδείαν ἀκριβῶς μαθησομένους, τὴν δὲ μητέρα προσκυνήσουσαν τὸ ἱερόν, ὡς προεῖπον, ὀκνηρότερος ἦν καὶ τὸν Οὐαρδάνην ἐκώλυεν συνεχῶς διηγούμενος τὰς Ῥωμαίων δυνάμεις τε καὶ πράξεις, διὰ τούτων οἰόμενος αὐτὸν φοβήσειν καὶ παύσειν ἐπιθυμοῦντα τῆς ἐπʼ αὐτοὺς στρατείας. παροξυνθεὶς δʼ ἐπὶ τούτοις ὁ Πάρθος πόλεμον εὐθὺς πρὸς Ἰζάτην κατήγγειλεν. οὐ μὴν ἔλαβεν οὐδὲ τῆς ἐπὶ τούτῳ στρατείας ὄνησιν τοῦ θεοῦ τὰς ἐλπίδας αὐτοῦ πάσας ὑποτεμόντος· μαθόντες γὰρ οἱ Πάρθοι τὴν διάνοιαν τοῦ Οὐαρδάνου καὶ ὡς ἐπὶ Ῥωμαίους στρατεύειν ἔκρινεν, αὐτὸν μὲν ἀναιροῦσιν, τὴν ἀρχὴν δὲ τῷ ἀδελφῷ Κοτάρδῃ παρέδοσαν. καὶ τοῦτον δὲ μετʼ οὐ πολὺν χρόνον ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός, ὃς δὴ καὶ τοῖς ὁμοπατρίοις δυσὶν ἀδελφοῖς δυναστείας ἐπίστευσεν, Πακόρῳ μὲν τῷ καὶ πρεσβυτέρῳ τὴν Μήδων, Τιριδάτῃ δὲ τῷ νεωτέρῳ τὴν Ἀρμενίαν. Ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς θεωροῦντες τὸν Ἰζάτην διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν ζηλωτὸν παρὰ πᾶσιν ἀνθρώποις γεγενημένον ἔσχον ἐπιθυμίαν καὶ αὐτοὶ τὰ πάτρια καταλιπόντες ἔθεσι χρῆσθαι τοῖς Ἰουδαίων. γίνεται δʼ ἡ πρᾶξις αὐτῶν κατάφωρος τοῖς ὑπηκόοις, κἀπὶ τούτῳ χαλεπήναντες οἱ μεγιστᾶνες οὐκ ἐφανέρουν μὲν τὴν ὀργήν, κατὰ νοῦν δὲ ἔχοντες καιρὸν ἐπιτήδειον ἐζήτουν δίκην εἰσπράξασθαι σπεύδοντες παρʼ αὐτῶν.