Ancient Greek
70 to 76
Flavius Josephus, Jewish Antiquities 70-76
Not analysed yet
ἔλασμα γὰρ χρυσοῦ τὸ πλάτος τεσσάρων δακτύλων ποιήσαντες καθʼ ὅλου τοῦ τῆς τραπέζης πλάτους εἰς τοῦτο τοὺς πόδας αὐτῆς ἐνέθεσαν, ἔπειτα περόναις καὶ κατακλεῖσιν αὐτοὺς ἐνέσφιγγον τῇ τραπέζῃ κατὰ τὴν στεφάνην, ἵνα τὴν θέαν τῆς καινουργίας καὶ πολυτελείας, ἐφʼ ᾧ τις ἂν στήσῃ τὴν τράπεζαν μέρει, παρέχωσι τὴν αὐτήν. ἐπὶ δὲ τῆς τραπέζης μαίανδρον ἐξέγλυψαν λίθους αὐτῷ κατὰ μέσον ἀξιολόγους ὥσπερ ἀστέρας ποικίλης ἰδέας ἐνθέντες, τόν τε ἄνθρακα καὶ τὸν σμάραγδον ἥδιστον προσαυγάζοντας αὐτῶν ἑκάτερον τοῖς ὁρῶσιν, τῶν τε ἄλλων γενῶν ὅσοι περισπούδαστοι καὶ ζηλωτοὶ πᾶσιν διὰ τὴν πολυτέλειαν τῆς φύσεως ὑπάρχουσιν. μετὰ δὲ τὸν μαίανδρον πλέγμα τι σχοινοειδὲς περιῆκτο ῥόμβῳ τὴν κατὰ μέσον ὄψιν ἐμφερές, ἐφʼ οὗ κρύσταλλός τε λίθος καὶ ἤλεκτρον ἐντετύπωτο τῇ παραλλήλῳ τῆς ἰδέας γειτνιάσει ψυχαγωγίαν θαυμαστὴν παρέχον τοῖς βλέπουσιν. τῶν δὲ ποδῶν ἦσαν αἱ κεφαλίδες εἰς κρίνα μεμιμημέναι τὰς ἐκφύσεις τῶν πετάλων ὑπὸ τὴν τράπεζαν ἀνακλωμένων, εἰς ὀρθὸν δὲ τὴν βλάστησιν ἔνδοθεν παρεχόντων ὁρᾶν. ἡ δὲ βάσις αὐτοῖς ἦν ἐξ ἄνθρακος λίθου παλαιστιαία πεποιημένη σχῆμα κρηπῖδος ἀποτελοῦσα, τὸ δὲ πλάτος ὀκτὼ δακτύλων ἔχουσα, καθʼ οὗ τὸ πᾶν ἔλασμα τῶν ποδῶν ἐρήρειστο. ἀνέγλυψαν δὲ λεπτομερεῖ καὶ φιλοπονωτάτῃ τορείᾳ τῶν ποδῶν ἕκαστον, κισσὸν αὐτοῖς καὶ κλήματα ἀμπέλων σὺν καὶ βότρυσιν ἐκφύσαντες, ὡς εἰκάσαι μηδὲν ἀποδεῖν τῆς ἀληθείας· καὶ γὰρ πρὸς τὸ πνεῦμα διὰ λεπτότητα καὶ τὴν ἐπʼ ἄκρον αὐτῶν ἔκτασιν κινούμενα φαντασίαν τῶν κατὰ φύσιν μᾶλλον ἢ τέχνης μιμημάτων παρεῖχεν. ἐκαινούργησαν δὲ ὥστε τρίπτυχον οἱονεὶ τὸ σχῆμα τῆς ὅλης κατασκευάσαι τραπέζης τῆς ἁρμονίας πρὸς ἄλληλα τῶν μερῶν οὕτω συνδεδεμένης, ὡς ἀόρατον εἶναι καὶ μηδʼ ἐπινοεῖσθαι τὰς συμβολάς. ἥμισυ δὲ πήχεως οὐκ ἔλασσον τῇ τραπέζῃ τὸ πάχος συνέβαινεν εἶναι.