Ancient Greek · ~8 min
78 to 84
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 78-5-84
Not analysed yet
πένθος δʼ ἐπʼ αὐτῷ μέγα τοῦ λαοῦ παντὸς ἤχθη πολλαῖς ἡμέραις ὀδυρομένου καὶ κατηφοῦντος· Ἱερεμίας δὲ ὁ προφήτης ἐπικήδειον αὐτοῦ συνέταξε μέλος ,ὃ καὶ μέχρι νῦν διαμένει. οὗτος ὁ προφήτης καὶ τὰ μέλλοντα τῇ πόλει δεινὰ προεκήρυξεν ἐν γράμμασι καταλιπὼν καὶ τὴν νῦν ἐφʼ ἡμῶν γενομένην ἅλωσιν τήν τε Βαβυλῶνος αἵρεσιν. οὐ μόνον δὲ οὗτος προεθέσπισε ταῦτα τοῖς ὄχλοις, ἀλλὰ καὶ ὁ προφήτης Ἰεζεκίηλος, ὃς πρῶτος περὶ τούτων δύο βίβλους γράψας κατέλιπεν. ἦσαν δὲ οἱ δύο τῷ γένει ἱερεῖς, ἀλλʼ ὁ μὲν Ἱερεμίας ἐν Ἱεροσολύμοις διῆγεν ἀπὸ τρισκαιδεκάτου ἔτους τῆς Ἰωσίου βασιλείας ἕως οὗ κατεσκάφη ἡ πόλις καὶ ὁ ναός. τὰ μέντοι γε συμβάντα περὶ τοῦτον τὸν προφήτην κατὰ χώραν δηλώσομεν. Τελευτήσαντος δὲ Ἰωσίου, καθὼς προειρήκαμεν, τὴν βασιλείαν ὁ παῖς αὐτοῦ διαδέχεται Ἰώαζος τοὔνομα τρίτον καὶ εἰκοστὸν ἤδη ἔτος γεγονώς. καὶ οὗτος μὲν ἐν Ἱεροσολύμοις ἐβασίλευσε μητρὸς Ἀμιτάλης καὶ πόλεως Τομάνης ἀσεβὴς δὲ καὶ μιαρὸς τὸν τρόπον· ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς ὑποστρέψας ἀπὸ τῆς μάχης μεταπέμπεται τὸν Ἰώαζον πρὸς αὑτὸν εἰς Ἀμαθὰ καλουμένην πόλιν, ἥτις ἐστὶ τῆς Συρίας, καὶ τὸν μὲν ἐλθόντα ἔδησε, τῷ δὲ πρεσβυτέρῳ αὐτοῦ ἀδελφῷ ὁμοπατρίῳ ὄντι Ἐλιακείμῳ τοὔνομα τὴν βασιλείαν παραδίδωσι μετονομάσας αὐτὸν Ἰωάκειμον· τῇ δὲ χώρᾳ ἐπέταξεν ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσίου. καὶ τοῦτο μὲν ἐτέλει ὁ Ἰωάκειμος τὸ πλῆθος τῶν χρημάτων, τὸν δὲ Ἰώαζον ἀπήγαγεν εἰς Αἴγυπτον, ὃς καὶ ἐτελεύτησεν ἐν αὐτῇ βασιλεύσας μῆνας τρεῖς ἡμέρας δέκα. ἡ δὲ τοῦ Ἰωακείμου μήτηρ ἐκαλεῖτο Ζαβουδᾶ, ἐκ πόλεως δʼ ἦν Ἀβουμᾶς. ἐτύγχανε δʼ ὢν τὴν φύσιν ἄδικος καὶ κακοῦργος καὶ μήτε πρὸς θεὸν ὅσιος μήτε πρὸς ἀνθρώπους ἐπιεικής. Ἔτος δʼ αὐτοῦ τῆς βασιλείας τέταρτον ἤδη ἔχοντος τὴν Βαβυλωνίων ἀρχὴν παραλαμβάνει Ναβουχοδονόσορος ὄνομα, ὃς ὑπὸ τὸν αὐτὸν καιρὸν μετὰ μεγάλης παρασκευῆς ἐπὶ Καρχάμισσαν ἀναβαίνει πόλιν, ἔστι δʼ αὕτη πρὸς τῷ Εὐφράτῃ ποταμῷ, διεγνωκὼς πολεμεῖν τῷ τῶν Αἰγυπτίων Νεχαῦ· ὑπὸ τούτῳ γὰρ ἦν ἅπασα ἡ Συρία.