Ancient Greek
78 to 80
Flavius Josephus, Jewish Antiquities 78-7-80
Not analysed yet
Ταρασσόμενος δὲ καὶ διακείμενος τὸν τρόπον τοῦτον ἐπὶ καθαιρέσει τῶν μειρακίων ἕτερον αὐτῷ γενόμενον ἰδιωτεύοντι παῖδα προσήγετο καὶ τοῦτον ἐδόκει τιμᾶν, ἐκαλεῖτο δὲ Ἀντίπατρος, οὐχ ὥσπερ ἐν ὑστέρῳ καὶ τελέως ἡττηθεὶς αὐτοῦ καὶ πάντʼ εἰς ἐκεῖνον ἀναφέρων, οἰόμενος δὲ παραιρήσεσθαι τοῦ θράσους τοὺς ἐκ Μαριάμμης καὶ μᾶλλον εἰς νουθεσίαν τὴν ἐκείνων οἰκονομῶν αὐτό. τὸ γὰρ αὔθαδες οὐκ ἂν παρʼ αὐτοῖς, εἰ τοῦτο πεισθεῖεν, ὅτι μὴ μόνοις μηδʼ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. διὸ καὶ καθάπερ ἔφεδρόν τινα τὸν Ἀντίπατρον εἰσῆγεν οἰόμενος ὀρθῶς προνοεῖν καὶ κατασταλέντων τῶν μειρακίων ἐξεῖναι εὐκαίρως χρῆσθαι βελτίοσιν.