Ancient Greek
78 to 83
Flavius Josephus, Jewish Antiquities 78-8-83
Not analysed yet
κατηγορεῖτο δὲ καὶ τοῦ ἀρχιερέως ἡ θυγάτηρ, γυνὴ δὲ τοῦ βασιλέως, ὡς πάντων ἵστωρ τούτων γενομένη κρύπτειν προθυμηθεῖσα αὐτά. καὶ διὰ τάδε Ἡρώδης ἐκείνην τε ἐξέβαλεν καὶ τὸν υἱὸν αὐτῆς ἐξήλειψε τῶν διαθηκῶν εἰς ὃ βασιλεύσοι μενουσῶν, καὶ τὸν πενθερὸν τὴν ἀρχιερωσύνην ἀφείλετο Σίμωνα τὸν τοῦ Βοηθοῦ, καθίσταται δὲ Ματθίαν τὸν Θεοφίλου Ἱεροσολυμίτην γένος. Ἐν τούτῳ δὲ καὶ Βάθυλλος ἐκ Ῥώμης ἀπελεύθερος Ἀντιπάτρου παρῆν καὶ βασανισθεὶς εὑρίσκεται φάρμακον κομίζων δώσειν τε τῇ ἑαυτοῦ μητρὶ καὶ Φερώρᾳ, ὡς εἰ τὸ πρότερον μὴ ἅπτοιτο τοῦ βασιλέως, τούτῳ γοῦν μεταχειρίζοιντο αὐτόν. ἀφίκετο δὲ γράμματα παρὰ τῶν ἐν Ῥώμῃ φίλων τῷ Ἡρώδῃ γνώμῃ καὶ ὑπαγορεύσει Ἀντιπάτρου ἐπὶ κατηγορίᾳ Ἀρχελάου καὶ Φιλίππου συγκείμενα, ὡς δῆθεν διαβάλλοιέν τε τὸν πατέρα ἐπὶ σφαγῇ τῶν περὶ Ἀριστόβουλον καὶ Ἀλέξανδρον, διʼ οἴκτου δὲ καὶ αὑτοὺς λαμβάνοιεν· ἤδη γὰρ καὶ ἐκαλοῦντο ὑπὸ τοῦ πατρός, οὐχ ὡς ἐφʼ ἑτέροις, ἀλλʼ ἐπὶ τοῖς κἀκείνους προσαπολωλεκόσι κατακλήσεως αὐτῶν γινομένης. ταῦτα δὲ μεγάλων μισθῶν οἱ φίλοι τῷ Ἀντιπάτρῳ συνέπρασσον. γράφει δὲ καὐτὸς Ἀντίπατρος τῷ πατρὶ περὶ αὐτῶν ἐπὶ μεγίσταις τῶν αἰτιῶν καὶ παντελὲς ἀπαλλάσσειν φάσκων τὰ μειράκια, τῶν δὲ τῇ ἡλικίᾳ τὴν ἀνάθεσιν ποιούμενος. αὐτὸς δὲ τὰ περὶ Σύλλαιον ἠγωνίζετο καὶ θεραπεία τῶν πρώτων ἀνδρῶν ἐγεγόνει κόσμος τε ἀξιοπρεπὴς ταλάντων ἐώνητο διακοσίων. θαυμάσειε δʼ ἄν τις, ὅτι τοσούτων ἐν Ἰουδαίᾳ κατʼ αὐτοῦ κεκινημένων μησὶ πρότερον ἑπτὰ οὐδὲν αὐτῷ δῆλον γένοιτο· αἴτιον δʼ ἦν ἥ τε ἀκρίβεια καὶ φυλακὴ τῶν ὁδῶν καὶ μῖσος τῶν ἀνθρώπων τὰ πρὸς Ἀντίπατρον· οὐδεὶς γὰρ ἦν, ὃς προθύμως κινδύνῳ τῷ αὐτοῦ ποριστὴς τῶν ἐκείνου ἀσφαλειῶν καθίστατο. Ἡρώδης δὲ Ἀντιπάτρου γεγραφότος πρὸς αὐτόν, ὡς τὰ πάντα ᾗ χρῆν διαπεπραγμένος ἥξοι ἐν τάχει, ἐπικρυψάμενος τὴν ὀργὴν ἀντεπετίθει, κελεύων μὴ ἀπιέναι τῆς εἰς τὴν ὁδὸν, μὴ καί τι πάσχοι παρὰ τὴν ἐκδημίαν αὐτοῦ, καὶ ἅμα τῆς μητρὸς αὐτοῦ κατηγορῶν ὡς ὀλίγον καταθήσεσθαι μέμψεις ἐπαγγελλόμενος τὰς πρὸς αὐτήν,