Ancient Greek · ~6 min
87 to 92
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 87-92
Not analysed yet
Λάμεχος δὲ ἄρξας ἑπτὰ καὶ ἑπτακοσίοις ἔτεσι Νῶχον τῶν πραγμάτων ἀποδείκνυσι προστάτην υἱόν, ὃς Λαμέχῳ γενόμενος ὄγδοον καὶ ὀγδοηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἠνυκότι πεντήκοντα καὶ ἐνακοσίοις ἔτεσιν ἦρξε τῶν πραγμάτων. ταῦτα συναγόμενα τὰ ἔτη τὸν προαναγεγραμμένον πληροῖ χρόνον. ἐξεταζέτω δὲ μηδεὶς τὰς τελευτὰς τῶν ἀνδρῶν, τοῖς γὰρ αὐτῶν παισὶ καὶ τοῖς ἐκείνων ἀπογόνοις παρεξέτεινον τὸν βίον, ἀλλὰ τὰς γενέσεις αὐτῶν μόνον ὁράτω. Ἐπισημήναντος δὲ τοῦ θεοῦ καὶ ὕειν ἀρξαμένου τὸ ὕδωρ ἡμέραις τεσσαράκοντα ὅλαις κατεφέρετο, ὡς ἐπὶ πήχεις πεντεκαίδεκα τὴν γῆν ὑπερέχειν. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ διασωθῆναι πλείονας φυγῆς ἀφορμὴν οὐκ ἔχοντας. παυσαμένου δὲ τοῦ ὑετοῦ μόλις ἤρξατο ὑποβαίνειν τὸ ὕδωρ ἐφʼ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ὡς μηνὶ ἑβδόμῳ, ἱσταμένου δὲ ἦν ἑβδόμη, κατʼ ὀλίγον ὑπονοστεῖν ἀπολήγοντος. ἔπειτα τῆς λάρνακος περὶ ἄκραν τινὰ ὄρους σταθείσης κατὰ τὴν Ἀρμενίαν συνεὶς ὁ Νῶχος ἀνοίγει τʼ αὐτὴν καὶ θεασάμενος γῆν βραχεῖαν περὶ αὐτὴν ἐπὶ χρηστοτέρας ἤδη γεγονὼς ἐλπίδος ἠρέμει. ὀλίγαις δʼ ὕστερον ἡμέραις μᾶλλον ὑποχωροῦντος τοῦ ὕδατος μεθίησι κόρακα βουλόμενος μαθεῖν, εἴ τι καὶ ἄλλο τῆς γῆς ἐκλελειμμένον ὑπὸ τοῦ ὕδατος ἀσφαλές ἐστιν ἤδη πρὸς ἔκβασιν· ὁ δὲ πᾶσαν εὑρὼν ἔτι λιμναζομένην πρὸς Νῶχον ἐπανῆλθε. μετὰ δὲ ἡμέρας ἑπτὰ περιστερὰν ἐπὶ τῷ γνῶναι τὰ περὶ τὴν γῆν προύπεμψεν· ἐπανελθούσης δὲ πεπηλωμένης ἅμα καὶ θαλλὸν ἐλαίας κομιζούσης, μαθὼν τὴν γῆν ἀπηλλαγμένην τοῦ κατακλυσμοῦ μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν· ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τὰ λείψανα ἐπιδεικνύουσι.