Ancient Greek · ~7 min
87 to 92
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 87-5-92
Not analysed yet
Ὁ δὲ τῶν Σύρων βασιλεὺς Ἄδερος διασωθεὶς εἰς Δαμασκὸν καὶ μαθών, ὅτι τὸ θεῖον αὐτόν τε καὶ τὴν στρατιὰν αὐτοῦ πᾶσαν εἰς τὸ δέος καὶ τὴν ταραχὴν ἐκείνην ἐνέβαλεν, ἀλλʼ οὐκ ἐξ ἐφόδου πολεμίων ἐγένετο, σφόδρα τῷ δυσμενῆ τὸν θεὸν ἔχειν ἀθυμήσας εἰς νόσον κατέπεσεν. ἐκδημήσαντος δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν εἰς Δαμασκὸν Ἐλισσαίου τοῦ προφήτου γνοὺς ὁ Ἄδερ τὸν πιστότατον τῶν οἰκετῶν Ἀζάηλον ἔπεμψεν ὑπαντησόμενον αὐτῷ καὶ δῶρα κομίζοντα, κελεύσας ἔρεσθαι περὶ τῆς νόσου καὶ εἰ διαφεύξεται τὸν ἐξ αὐτῆς κίνδυνον. Ἀζάηλος δὲ μετὰ καμήλων τεσσαράκοντα τὸν ἀριθμόν, αἳ τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν Δαμασκῷ γινομένων καὶ ὄντων ἐν τῷ βασιλείῳ ἔφερον δῶρα, συμβαλὼν τῷ Ἐλισσαίῳ προσαγορεύσας αὐτὸν φιλοφρόνως ἔλεγεν ὑπὸ Ἄδερος τοῦ βασιλέως πεμφθῆναι πρὸς αὐτὸν δῶρά τε κομίσαι καὶ πυθέσθαι περὶ τῆς νόσου καὶ εἰ ῥᾴων ἀπʼ αὐτῆς ἔσοιτο. ὁ δὲ προφήτης τὸν μὲν Ἀζάηλον ἐκέλευε μηδὲν ἀπαγγέλλειν τῷ βασιλεῖ κακόν, ἔλεγε δʼ ὅτι τεθνήξεται. καὶ ὁ μὲν οἰκέτης τοῦ βασιλέως ἐλυπεῖτο ταῦτʼ ἀκούσας, ὁ δʼ Ἐλισσαῖος ἔκλαιε καὶ πολλοῖς ἐρρεῖτο δακρύοις προορώμενος ἃ πάσχειν ὁ λαὸς ἔμελλε κακὰ μετὰ τὴν Ἄδερος τελευτήν. ἀνακρίναντος δʼ αὐτὸν Ἀζαήλου τὴν αἰτίαν τῆς συγχύσεως κλαίω, φησί, τὸ πλῆθος τῶν Ἰσραηλιτῶν ἐλεῶν, ὧν ἐκ σοῦ πείσεται δεινῶν· ἀποκτενεῖς γὰρ αὐτῶν τοὺς ἀρίστους καὶ τὰς ὀχυρωτάτας πόλεις ἐμπρήσεις, καὶ παιδία μὲν ἀπολεῖς προσρηγνὺς πέτραις τὰς δʼ ἐγκύους ἀναρρήξεις γυναῖκας. τοῦ δὲ Ἀζαήλου λέγοντος· τίνα γὰρ ἰσχὺν ἐμοὶ τηλικαύτην εἶναι συμβέβηκεν, ὥστε ταῦτα ποιῆσαι; τὸν θεὸν ἔφησεν αὐτῷ δεδηλωκέναι τοῦθʼ, ὅτι τῆς Συρίας μέλλει βασιλεύειν. Ἀζάηλος μὲν οὖν παραγενόμενος πρὸς τὸν Ἄδερα τῷ μὲν τὰ βελτίω περὶ τῆς νόσου κατήγγελλε, τῇ δʼ ἐπιούσῃ δίκτυον ἐπιβαλὼν αὐτῷ διάβροχον τὸν μὲν στραγγάλῃ διέφθειρε,