Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 92
Not analysed yet
καὶ ταῦτα εἰπόντος πρὸς τὸ πλῆθος τοῦ Σαμουήλου βρονταῖς σημαίνει τὸ θεῖον καὶ ἀστραπαῖς καὶ χαλάζης καταφορᾷ τὴν τοῦ προφήτου περὶ πάντων ἀλήθειαν, ὡς τεθαμβηκότας αὐτοὺς καὶ περιδεεῖς γινομένους ἁμαρτεῖν τε ὁμολογεῖν καὶ κατʼ ἄγνοιαν εἰς τοῦτο προπεσεῖν, καὶ ἱκετεύειν τὸν προφήτην ὡς πατέρα χρηστὸν καὶ ἐπιεικῆ τὸν θεὸν αὐτοῖς εὐμενῆ καταστῆσαι καὶ ταύτην ἀφεῖναι τὴν ἁμαρτίαν, ἣν πρὸς οἷς ἐξύβρισαν ἄλλοις καὶ παρηνόμησαν προσεξειργάσαντο.