Ancient Greek
92 to 95
Flavius Josephus, Jewish Antiquities 92-4-95
Not analysed yet
Λυσανίαν μὲν οὖν τὸν Πτολεμαίου Πάρθους αἰτιασαμένη τοῖς πράγμασιν ἐπάγειν ἀποκτίννυσιν, ᾔτει δὲ παρʼ Ἀντωνίου τήν τε Ἰουδαίαν καὶ τὴν τῶν Ἀράβων ἀξιοῦσα τοὺς βασιλεύοντας αὐτῶν ἀφελέσθαι. τῷ δʼ Ἀντωνίῳ τὸ μὲν ὅλον ἡττᾶσθαι συνέβαινεν τῆς γυναικός, ὡς μὴ μόνον ἐκ τῆς ὁμιλίας, ἀλλὰ καὶ φαρμάκοις δοκεῖν ὑπακούειν εἰς ὅ τι ἂν ἐκείνη θέλῃ, τὸ μέντοι περιφανὲς τῆς ἀδικίας ἐξεδυσώπει μὴ μέχρι τοσούτου κατήκοον γινόμενον ἐπὶ μεγίστοις ἁμαρτάνειν. ἵνʼ οὖν μήτʼ ἀρνηθῇ παντάπασιν μήθʼ ὅσα προσέταττεν ἐκείνη διαπραξάμενος ἐκ φανεροῦ δόξῃ κακός, μέρη τῆς χώρας ἑκατέρου παρελόμενος τούτοις αὐτὴν ἐδωρήσατο. δίδωσιν δὲ καὶ τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πόλεις ἄχρις Αἰγύπτου χωρὶς Τύρου καὶ Σιδῶνος, ἐκ προγόνων εἰδὼς ἐλευθέρας, πολλὰ λιπαρούσης αὐτῆς αὐτῇ δοθῆναι.