Ancient Greek · ~7 min
95 to 100
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 95-2-100
Not analysed yet
χάριν τε οὖν ὑμῖν ὧν συνήρασθε κινδύνων καὶ οὐχὶ νῦν μόνον ἀλλʼ ἀεὶ πάντως ἕξομεν, ὄντες ἀγαθοὶ μεμνῆσθαι τῶν φίλων καὶ παρὰ τῇ διανοίᾳ κρατεῖν ὅσα παρʼ αὐτῶν ἡμῖν ὑπῆρξεν, ὅτι τε τὴν ἀπόλαυσιν τῶν ὑπαρχόντων ὑμῖν ἀγαθῶν διʼ ἡμᾶς ἀνεβάλεσθε καὶ πονήσαντες εἰς ἃ νῦν εὐνοίᾳ θεοῦ κατέστημεν ἔπειθʼ οὕτως ἐκρίνατε αὐτῶν μεταλαμβάνειν. γέγονε δὲ πρὸς τοῖς ὑπάρχουσιν ἀγαθοῖς ἐκ τῶν σὺν ἡμῖν πόνων πλοῦτος ἄφθονος λείαν τε πολλὴν ἐπαξομένοις καὶ χρυσὸν καὶ ἄργυρον καὶ τὸ τούτων ἔτι πλεῖον, παρʼ ἡμῖν εὔνοια καὶ πρὸς ὅ τι βουληθείητε κατʼ ἀμοιβὴν πρόθυμον. οὔτε γὰρ ὧν Μωυσῆς προεῖπεν ἀπελείφθητε καταφρονήσαντες ἐξ ἀνθρώπων ἀπελθόντος οὔτʼ ἔστιν οὐδὲν ἐφʼ ᾧ μὴ χάριν ὑμῖν οἴδαμεν. χαίροντας οὖν ὑμᾶς ἐπὶ τὰς κληρουχίας ἀπολύομεν καὶ παρακαλοῦμεν μηδένα τῆς πρὸς ἡμᾶς συγγενείας ὅρον ὑπολαμβάνειν, μηδʼ ὅτι μεταξὺ ποταμὸς οὗτός ἐστιν ἑτέρους ἡμᾶς νομίσητε καὶ οὐχὶ Ἑβραίους. Ἁβράμου γὰρ ἅπαντές ἐσμεν οἵ τʼ ἐνθάδε κἀκεῖ κατοικοῦντες, θεός τε εἷς, ὃς τούς τε ἡμετέρους προγόνους καὶ τοὺς ὑμῶν αὐτῶν παρήγαγεν εἰς τὸν βίον· οὗ τῆς θρησκείας ἐπιμελεῖσθε καὶ πολιτείας, ἣν αὐτὸς διὰ Μωυσέος διέταξε, φυλακὴν ἔχετε τὴν πᾶσαν, ὡς ἐμμενόντων μὲν τούτοις καὶ τοῦ θεοῦ παρέξοντος εὔνουν εἶναι καὶ σύμμαχον ἑαυτόν, ἐκτραπέντων δὲ εἰς ἑτέρων ἐθνῶν μίμησιν ἀποστραφησομένου τὸ γένος ὑμῶν. ταῦτα εἰπὼν καὶ καθʼ ἕνα τοὺς ἐν τέλει καὶ κοινῇ τὸ πλῆθος αὐτῶν ἀσπασάμενος αὐτὸς μὲν ὑπέμεινε, προύπεμπε δʼ αὐτοὺς ὁ λαὸς οὐκ ἀδακρυτὶ καὶ μόλις ἀλλήλων ἀπελύθησαν. Διαβᾶσα δὲ τὸν ποταμὸν ἥ τε Ῥουβηλὶς φυλὴ καὶ Γαδὶς καὶ ὅσοι τῶν Μανασσητῶν αὐτοῖς συνείποντο βωμὸν ὑπὲρ τῆς ὄχθης ἱδρύονται τοῦ Ἰορδάνου, μνημεῖον τοῖς ἔπειτα γενησόμενον τῆς πρὸς τοὺς πέραν κατῳκημένους οἰκειότητος.