Ancient Greek
97 to 100
Flavius Josephus, Jewish Antiquities 97-2-100
Not analysed yet
ἐν τούτοις οὖσα καὶ πλείονος αὐτῇ συνηθείας πρὸς τὸν Ἡρώδην γινομένης διεπείραζεν εἰς συνουσίαν ἐλθεῖν τῷ βασιλεῖ, φύσει μὲν ἀπαρακαλύπτως ταῖς ἐντεῦθεν ἡδοναῖς χρωμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς αὐτὸν ἐρωτικὸν ἢ καὶ τὸ πιθανώτερον ἀρχὴν ἐνέδρας τὴν ἐπʼ αὐτῇ γενησομένην ὕβριν ὑποκατασκευάζουσα· τὸ δὲ σύμπαν ἐξ ἐπιθυμίας ἡττῆσθαι διέφαινεν. Ἡρώδης δὲ καὶ πάλαι μὲν οὐκ εὔνους ἦν τῇ Κλεοπάτρᾳ χαλεπὴν εἰς ἅπαντας ἐπιστάμενος, τότε δὲ καὶ μισεῖν ἀξιῶν, εἰ διʼ ἀσέλγειαν εἰς τοῦτο πρόεισιν, καὶ φθῆναι τιμωρούμενος, εἰ ἐνεδρεύουσα τοιούτοις ἐγχειροίη, τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, βουλὴν δʼ ἐποιήσατο σὺν τοῖς φίλοις ὑποχείριον ἔχων ἀποκτεῖναι· πολλῶν γὰρ ἀπαλλάξειν κακῶν ἅπαντας οἷς ἐγένετό τε ἤδη χαλεπὴ καὶ προσεδοκᾶτο· τὸ δʼ αὐτὸ τοῦτο καὶ Ἀντωνίῳ λυσιτελήσειν οὐδʼ ἐκείνῳ πιστῆς ἐσομένης, εἴ τις αὐτὸν καιρὸς ἢ χρεία κατάσχοι τοιούτων δεησόμενον. ταῦτα βουλευόμενον ἐκώλυον οἱ φίλοι, πρῶτον μὲν διδάσκοντες, ὡς οὐκ ἄξιον μείζω πράττοντα κινδύνων τὸν φανερώτατον ἀναλαμβάνειν, ἐγκείμενοι δὲ καὶ δεόμενοι μηδὲν ἐκ προπετείας ἐπιτηδεύειν·