Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 98-3
Not analysed yet
περιλαμβάνει δʼ αὐτὸ καὶ στοαῖς διπλαῖς μὲν τὴν κατασκευήν, λίθου δʼ αὐτοφυοῦς τὸ ὕψος κίοσιν ἐπερηρεισμέναις· ὀροφαὶ δʼ αὐταῖς ἦσαν ἐκ κέδρου φατνώμασιν ἀνεξεσμέναι. τὰς δὲ θύρας τῷ ἱερῷ τούτῳ πάσας ἐπέστησεν ἐξ ἀργύρου.