Ancient Greek · ~6 min
99 to 104
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 99-104
Not analysed yet
τούτου τοίνυν πταίσαντος οὐκ εἰς τὸ παρὸν μόνον τοῖς Ἑβραίοις ἐπέδωκε τὰ πράγματα, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀγαθῶν αὐτοῖς αἴτιος ἀποθανὼν ὑπῆρξε· καὶ γὰρ πόλεις ἑξήκοντα λαμπρῶς πάνυ τετειχισμένας ὑποτελεῖς ἐκείνῳ παρέλαβον καὶ λείαν πολλὴν ἰδίᾳ τε καὶ δημοσίᾳ πάντες εὐπόρησαν. Μωυσῆς μὲν οὖν στρατοπεδεύει καὶ ἀγαγὼν τὴν δύναμιν ἐπὶ τῷ Ἰορδάνῳ κατὰ τὸ μέγα πεδίον Ἱεριχοῦντος ἀντικρύ, πόλις δʼ ἐστὶν εὐδαίμων αὕτη φοίνικά τε φέρειν ἀγαθὴ καὶ βάλσαμον νεμομένη. ἤρχοντο δὲ φρονεῖν ἐφʼ ἑαυτοῖς μέγα Ἰσραηλῖται καὶ τὴν πρὸς τοὺς πολέμους ἐπιθυμίαν ὑπερέτεινον. καὶ Μωυσῆς ὀλίγων ἡμερῶν θύσας χαριστήρια πρῶτον τῷ θεῷ καὶ τὸν λαὸν εὐωχήσας μέρος τι τῶν ὁπλιτῶν ἐξέπεμψε δῃῶσον τὴν Μαδιηνιτῶν γῆν καὶ τὰς πατρίδας αὐτῶν ἐκπολιορκῆσον. τοῦ δʼ ἐκπολεμηθῆναι πρὸς αὐτοὺς αἰτίαν ἔλαβε τοιαύτην. Βάλακος ὁ τῶν Μωαβιτῶν βασιλεὺς φιλίας αὐτῷ πατρῴας οὔσης καὶ συμμαχίας πρὸς Μαδιηνίτας, ἐπεὶ τοὺς Ἰσραηλίτας τοσοῦτον φυομένους ἑώρα καὶ περὶ τῶν αὐτοῦ πραγμάτων λίαν εὐλαβεῖτο, καὶ γὰρ οὐδὲν πέπυστο γῆν ἄλλω πολυπραγμονεῖν τοὺς Ἑβραίους ἀπηγορευκότος τοῦ θεοῦ κτησαμένους τὴν Χαναναίων, θᾶττον ἢ φρονιμώτερον ἐγχειρεῖν ἔγνω τοῖς λόγοις. καὶ πολεμεῖν μὲν ἐπὶ ταῖς εὐπραγίαις θρασύτερον ὑπὸ τῆς κακοπραγίας κατειλημμένοις οὐκ ἔκρινε, κωλῦσαι δʼ εἰ δύναιτο γενέσθαι μεγάλους λογιζόμενος πρεσβεῦσαι πρὸς Μαδιηνίτας ὑπὲρ αὐτῶν. οἱ δέ, ἦν γάρ τις ἀπὸ Εὐφράτου Βάλαμος μάντις ἄριστος τῶν τότε καὶ πρὸς αὐτοὺς ἐπιτηδείως ἔχων, πέμπουσι μετὰ τῶν Βαλάκου πρέσβεων ἄνδρας τῶν παρʼ αὐτοῖς ἀξιολόγων παρακαλέσοντας τὸν μάντιν ἐλθεῖν, ὅπως ἐπʼ ἐξωλείᾳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσηται.